Ancient Greek · ~4 min
3.26 to 3.31
Septuaginta, Κριταί (Cod. Alexandrinus) 3.26-31
Not analysed yet
καὶ διεσώθη ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σετειρῶθα. καὶ ἐγένετο ἡνίκα ἦλθεν Ἀὼδ εἰς γῆν Ἰσραήλ, καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει Ἐφράιμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τοῦ ὄρους, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν. καὶ εἶπεν πρὸς αὐτούς Κατάβητε ὀπίσω μου, ὅτι παρέδωκεν Kύριος ὁ θεὸς τοὺς ἐχθροὺς ἡμῶν, τὴν Μωάβ, ἐν χειρὶ ἡμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ, καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ἰορδάνου τῆς Μωάβ, καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι. καὶ ἐπάταξαν τὴν Μωὰβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ὁ ἀνήρ. καὶ ἐνετράπη Μωὰβ ἐν τῆ ἡμέρα ἐκείνῃ ὑπὸ χεῖρα Ἰσραήλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη· καὶ ἔκρινεν αὐτοὺς Ἀὼδ ἕως οὗ ἀπέιθανεν. Καὶ μετ᾿ αὐτὸν ἀνέστη Σαμαγὰρ υἱὸς Δεινάχ, καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς χ΄ ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν, καὶ ἔσωσεν καί γε αὐτὸς τὸν Ἰσραήλ.