Ancient Greek · ~7 min
4.12 to 4.21
Septuaginta, Κριταί (Cod. Alexandrinus) 4.12-21
Not analysed yet
καὶ καὶ ἀνηγγέλη Σεισαρὰ ὅτι ἀνέβη Βαρὰκ υἱὸς Ἀβεινέεμ εἰς ὄρος Θαβώρ. καὶ ἐκάλεσεν Σεισαρὰ πάντα τὰ ἄρματα αὐτοῦ, ἐννακόσια ἅρματα σιδηρᾶ, καὶ πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ ἀπὸ Ἁρείσωθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κεισών. καὶ εἶπεν Δεββωρὰ πρὸς Βαράκ Ἀνάστηθι, ὅτι αὕτη ἡ ἡμέρα ἐν ᾗ παρέδωκεν Κύριος τὸν Σεισαρὰ ἐν τῆ χειρί σου, ὅτι κύριος ἐξελεύσετ σου. καὶ κατέβη Βαρὰκ κατὰ τοῦ ὄρους Θαβώρ, καὶ ἀνδρῶν ὀπίσω αὐτοῦ. καὶ ἐξέστησεν κύριος τὸν Σεισαρὰ κα πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομ- φαίας ἐνώπιον Βαράκ· καὶ κατέβη Σεισαρὰ ἐπάνωθεν τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ. καὶ Βαρὰκ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Ἁρείσωθ τῶν ἐθνῶν· καὶ ἔπεσεν πᾶσα παρεμβολὴ Σεισαρὰ ἐν στόματι ῥομφαίας, οὐ κατελείφθη ἕως ἑνός. καὶ καὶ Σεισαρὰ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ἰαὴλ γυναικὸς Χάβερ ἑταίρου τοῦ κειναίου, ὅτι εἰρήνη ἦν ἀνὰ μέσον βασιλέως βασιλέως Ἁσὼρ καὶ ἀνὰ μέσον οἴκου Χάβερ τοῦ Κειναίου. καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν Σεισαρὰ καὶ εἶπεν αὐτῷ κύριέ μου, ἔκκλινον πρὸς μέ, μὴ φοβοῦ. καὶ ἐξέκλινεν εἰς τὴν σκηνήν· καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ. καὶ Σεισαρὰ πρὸς αὐτήν Πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα. καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτόν, καὶ περιέβαλεν αὐτόν. καὶ καὶ εἶπεν πρὸς αὐτὴν Σεισαρά Στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ Εἰ ἔστιν ὧδε ἀνήρ ; καὶ ἐρεῖς οὐκ ἔστιν. καὶ ἔλαβεν Ἰαὴλ γυνὴ Χάβερ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκεν τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς, καὶ εἰσῆλθεν πρὸς αὐτὸν ἐν κρυφῇ καὶ ἔπηξεν τὸν πάσσαλον ἐν τῷ κροτάφῳ αὐτοῦ, καὶ διεξῆλθεν ἐν τῇ γῇ· καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανεν.