# Κριταί (Cod. Alexandrinus) 6.23-32

Septuaginta, Κριταί (Cod. Alexandrinus), 6.23 to 6.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/cod-alexandrinus/6.23

καὶ εἶπεν αὐτῷ κύριος Εἰρήνη σοι, μὴ φοβοῦ, οὐ μὴ ἀποθάνῃς. καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεὼν θυσιαστήριον τῷ κυρίῳ, καὶ ἐπεκάλεσεν αὐτῷ Εἰρήνη κυρίου, ἴως τῆς ἡμέρας ταύτης ἔτι αὐτοῦ ὄντος ἐν Ἐφραθὰ πατρὸς τοῦ Ἐσδρεί. Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ κύριος λάβε τόν μόσχον τὸν ταῦρον δς ἐστιν τῷ πατρί σου καὶ μόσχον δεύτερον ἑπταετῆ, καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βάαλ ὅ ἐστιν τῷ πατρί σου, καὶ τὸ ἄλσος τὸ ἐπ’ αὐτὸ ὀλεθρεύσεις· καὶ καὶ οἰκοδομήσεις θυσιαστήριον τῷ κυρίῳ τῷ θεῷ σου ἐπὶ κορυφὴν τοῦ Μαουὲκ τούτου ἐν τῇ παρατάξει, καὶ λήμψῃ τὸν μόσχον τὸν δεύτερον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοῖς ξύλοις τοῦ ἄλσους οὗ ἐξολεθρεύσεις. καὶ ἔλαβεν Γεδεὼν δέκα ἄνδρας ἀπὸ τῶν δούλων ἑαυτοῦ, καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησεν πρὸς αὐτὸν κύριος· καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς . πόλεως τοῦ ποιῆσαι(ἡμέρας,) καὶ ἐποίησεν νυκτός. καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωί, καὶ ἰδοὺ καθῄρητο τὸ θυσιαστήριον τοῦ Βάαλ, καὶ τὸ ἄλσος τὸ ἐπ’ αὐτῷ ὠλέθρευτο· καὶ εἰν τὸν μόσχον τὸν δεύτερον, ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον. καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ἐποίησεν τὸ ῥῆμα τοῦτο; καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν, καὶ ἔγνωσαν ὅτι Γεδεὼν υἱὸς Ἰωὰς ἐποίησεν τὸ ῥῆμα τοῦτο. καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς ἰωάς Ἐξένεγκε τὸν υἱόν σου καὶ ἀποθανέτω, ὅτι καθεῖλεν τὸ θυσιαστήριον τοῦ Βάαλ, καὶ ὅτι ὠλέθρευσεν τὸ ἄλσος τὸ ἐπ’ αὐτῷ. καὶ εἶπεν Γεδεὼν υἱὸς Ἰωὰς τοῖς ἀνδράσιν πᾶσιν οἳ ἐπανέστησαν αὐτῷ Μὴ ὑμεῖς νῦν δικάζεσθε ὑπὲρ τοῦ Βάαλ; ἢ ὑμεῖς σώσετε αὐτόν; ὃς • ἐὰν δικάσηται αὐτῷ, θανατωθήτω ἕως πρωί· εἰ θεός ἐστιν, δικαζέσθω αὐτῷ, ὅτι καθεῖλεν τὸ θυσιαστήριον αὐτοῦ. καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ἀρβάαλ, λέγων Δικασάσθω ἐν αὐτῶ ὁ Βάαλ, ὅτι καθῃρέθη τὸ θυσιαστήριον αὐτοῦ.

---

Septuaginta, Κριταί (Cod. Alexandrinus), ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg008.local001/.
