# Κριταί (Cod. Alexandrinus) 9.14-25

Septuaginta, Κριταί (Cod. Alexandrinus), 9.14 to 9.25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/cod-alexandrinus/9.14

καὶ εἶπαν πάντα τὰ ξύλα τῇ ῥάμνῳ Δεῦρο σὺ βασίλευσον ἐφ' ἡμῶν. καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα Εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς τοῦ βασιλεύειν ἐφ’ ὑμᾶς, δεῦτε ὑπόστητε ἐν τῇ σκιᾷ μου· καὶ εἰ μή, ἐξέλθῃ πῦρ ἀπ’ ἐμοῦ καὶ καταφάγῃ τὰς κέδρους τοῦ Λιβάνου. καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Ἀβειμέλεχ, καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ Ἰεροβάαλ καὶ μετά τοῦ οἴκου αὐτοῦ, καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῶ· ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐρύσατο ὑμᾶς ἐκ χειρὸς Μαδιάμ, καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα, καὶ ἐβασιλεύσατε τὸν Ἀβειμέλεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικίμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστιν· καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ἰεροβάαλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, εὐφρανθείητε ἐν Ἀβειμέλεχ, καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφ’ ὑμῖν. εἰ δὲ οὐ, ἐξέλθοι πῦρ ἀπὸ Ἀβειμέλεχ καὶ φάγοι τοὺς ἄνδρας ῥᾶς Σικίμων καὶ τὸν οἶκον Βηθημααλλών, καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικίμων καὶ ἐκ τοῦ οἴκου Βηθμααλλὼν καὶ καταφάγοι τὸν Ἀβειμέλεχ. καὶ ἔφυγεν Ἰωαθὰν καὶ ἀπέδρα, καὶ ἐπορεύθη ἕως Βαιὴρ καὶ ᾤκησεν ἐκεῖ προσώπου Ἀβειμέλεχ ἀδελφοῦ αὐτοῦ. Καὶ ἦρξεν Ἀβειμἑλεχ ἐπὶ Ἰσραὴλ τρία ἔτη. καὶ ἐξαπέστειλεν ὁ θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικίμων, καὶ ἠθέτησαν ἄIδρ ἐν τῷ οἴκῳ Ἀβειμέλεχ· τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑ Ἰεροβάαλ καὶ τὰ αἵματα αὐτῶν, τοῦ θεῖναι ἐπὶ ᾿ ἀδελφὸν αὐτῶν ὃς ἀπέκτεινεν αὐτούς, καὶ ἐπὶ ἄνδρας Σικίμων, ὅτι ἐνίσχυσαν τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι τοὺς ἀδελφούς. καὶ ἔθηκαν αὐτῷ οἱ ἄνδρες Σικίμων ἐνεδρεύοντας ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων, διήρπαζον πάντα ὃς παρεπορεύετο ἐπ’ αὐτοὺς ἐν τῇ ὁδῷ· καὶ ἀπηγγέλη τῷ βασιλεῖ Ἀβειμέλεχ.

---

Septuaginta, Κριταί (Cod. Alexandrinus), ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg008.local001/.
