# Daniel (Theodotionis versio) 12-21

Septuaginta, Daniel (Theodotionis versio), 12 to 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/daniel-theodotionis-versio/12

Πείρασον δὴ τοὺς παῖδάς σου ἐφʼ ἡμέρας δέκα, καὶ δοθήτω ἡμῖν ἀπὸ τῶν ὀσπρίων τῆς γῆς, ὥστε κάπτειν καὶ ὑδροποτεῖν· καὶ ἐὰν φανῇ ἡ ὄψις ἡμῶν διατετραμμένη παρὰ τοὺς ἄλλους νεανίσκους τοὺς ἐσθίοντας ἀπὸ τοῦ βασιλικοῦ δείπνου, καθὼς ἐὰν θέλῃς οὕτω χρῆσαι τοῖς παισί σου. καὶ ἐχρήσατο αὐτοῖς τὸν τρόπον τοῦτον, καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα. μετὰ δὲ τὰς δέκα ἡμέρας ἐφάνη ἡ ὄψις αὐτῶν καλὴ καὶ ἡ ἕξις τοῦ σώματος κρείσσων τῶν ἄλλων νεανίσκων τῶν ἐσθιόντων τὸ βασιλικὸν δεῖπνον. καὶ ἦν Ἀβιεσδρὶ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον αὐτῶν, καὶ ἀντεδίδου αὐτοῖς ἀπὸ τῶν ὀσπρίων. καὶ τοῖς νεανίσκοις ἔδωκεν ὁ κύριος ἐπιστήμην καὶ σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ τέχνῃ. καὶ τῷ Δανιὴλ ἔδωκε σύνεσιν ἐν παντὶ ῥήματι καὶ ὁράματι καὶ ἐνυπνίοις καὶ ἐν πάσῃ σοφίᾳ. μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπέταξεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήχθησαν ἀπὸ τοῦ ἀρχιευνούχου πρὸς τὸν βασιλέα Ναβουχοδονοσόρ. καὶ ὡμίλησεν αὐτοῖς ὁ βασιλεύς, καὶ οὐχ εἰρέθη ἐν τοῖς σοφοῖς ὅμοιος τῷ Δανιὴλ καὶ Ἀνανίᾳ καὶ Μισαὴλ καὶ Ἀζαρία· καὶ ἦσαν παρὰ τῷ βασιλεῖ, καὶ ἐν παντὶ λύγῳ καὶ συνέσει καὶ παιδεία, ὅσα ἐζήτησε παρʼ αὐτῶν ὁ βασιλεύς, κατέλαβεν αὐτοὺς σοφωτέρους δεκαπλασίως ὑπέρ τοὺς σοφιστὰς καὶ τοὺς φιλοσόφους τοὺς ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ· καὶ ἐδόξασεν αὐτοὺς ὁ βασιλεὺς καὶ κατέστησεν αὐτοὺς ἄρχοντας, καὶ ἀνέδειξεν αὐτοὺς σοφοὺς παρὰ πάντας τοὺς αὐτοῦ ἐν πράγμασιν ἐν πάσῃ τῇ γῇ αὐτοῦ καὶ ἐν τῇ βασιλείᾳ αὐτοῦ. καὶ ἦν Δανιὴλ ἕως τοῦ πρώτου ἔτους τῆς βασιλείας Κύρου βασιλέως ΙΙερσῶν.

---

Septuaginta, Daniel (Theodotionis versio), ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg056.local003/.
