Ancient Greek · ~4 min
2.45 to 2.49
Septuaginta, Daniel (Theodotionis versio) 2.45-49
Not analysed yet
καθάπερ ἑώρακας ἐξ ὄρους τμηθῆναι λίθον ἄνευ χειρῶν, καὶ συνηλόησε τὸ ὄστρακον τὸν σίδηρον καὶ τὸν χαλκὸν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν. ὁ θεὸς ὁ μέγας ἐσήμανε τῷ βασιλεῖ τὰ ἐσόμενα ἐπʼ ἐσχάτων τῶν ἡμερῶν· καὶ ἀκριβές τὸ ὄραμα, καὶ πιστὴ ἡ τούτου κρίσις. Τότε Ναβουχοδονοσὸρ ὁ βασιλεὺς πεσὼν ἐπὶ πρόσαωπον χαμαὶ προσεκύνησεν τῷ Δανιήλ, καὶ ἐπέταξε θυσίας καὶ σπονδὰς ποιῆσαι αὐτῷ. καὶ ἐκφωνήσας ὁ βασιλεὺς πρὸς τὸν Δανιὴλ εἶπεν Ἐπ᾿ ἀληθείας ἐστὶν ὁ θεὸς ὑμῶν θεὸς τῶν θεῶν καὶ κύριος τῶν βασιλέων, ὁ ἐκφαίνων μυστήρια κρυπτὰ μόνος· ὅτι ἐδυνάσθης δηλῶσαι τὸ μυστήριον τοῦτο. τότε ὁ βασιλεὺς Ναβουχοδονοσὸρ Δανιὴλ μεγαλύνας καὶ δοὺς δωρεὰς μεγάλας καὶ πολλὰς κατέστησεν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας, καὶ ἀπέδειξεν αὐτὸν ἄρχοντα καὶ ἡγούμενον πάντων τῶν σοφιστῶν Βαβυλωνίας. καὶ Δανιὴλ ἠξίωσε τὸν βασιλέα ἴνα κατασταθῶσιν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας Σεδράχ, Μισάχ, Ἀβδεναγώ· καὶ Δανιὴλ ἦν ἐν τῇ βασιλικῇ αὐλῇ.