Ancient Greek · ~2 min
3.11 to 3.14
Septuaginta, Daniel (Theodotionis versio) 3.11-14
Not analysed yet
καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. εἰσὶ δέ τινες ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τῆς χώρας τῆς Βαβυλωνίας. Σεδράχ, Μισάχ, Ἀβδεναγώ· οἱ ἄνθρωποι ἐκεῖνοι οὐκ ἐφοβήθησάν σου τὴν ἐντολὴν καὶ τῷ εἰδώλῳ σου οὐκ ἐλάτρευσαν καὶ τῇ εἰκόνι σου τῇ χρυσῇ ᾖ ἔστησας οὐ προσεκύνησαν. τότε Ναβουχοδονοσὸρ θυμωθεὶς ὀργῇ προσέταξεν ἀγαγεῖν τὸν Σεδράχ, Μισάχ, Ἀβδεναγώ· τότε οἱ ἄνθρωποι ἤχθησαν πρὸς τὸν βασιλέα. οὓς καὶ συνιδὼν Ναββουχοδονοσὸρ ὁ βασιλεὺς εἶπεν αὐτοῖς Διὰ τί, Σεδράχ, Μισάχ, Ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησα οὐ προσκυνεῖτε;