Ancient Greek · ~7 min
3.78 to 3.92
Septuaginta, Daniel (Theodotionis versio) 3.78-92
Not analysed yet
7κὐλογεῖτε, θάλασσαι καὶ ποταμοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. εὐλογεῖτε, κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. τὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 8εὐλογεῖτε, τετράποδα καὶ θηρία τῆς γῆς, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 8εὐλογεῖτε, οἱ υἱοὶ τῶν ἀνθρώπων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 8εὐλογεῖτε, Ἰσραήλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 84εὺλογεῖτε, ἱερεῖς, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 85εὐλογεῖτε, δοῦλοι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 86τὸλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 8κὺλογεῖτε, ὅσιοι καὶ ταπεινοὶ καρδίᾳ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 88εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μισαήλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας· ὅτι ἐξείλετο ἡμᾶς ἐξ ἅδοῦ, καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς θανάτου, καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καιομένης φλογός, καὶ ἐκ τοῦ πυρὸς ἐλυτρώσατο ἡμᾶς. ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός. ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 90εὐλογεῖτε, πάντες οἱ σεβόμενοι τὸν κύριον, τὸν θεὸν τῶν θεῶν· ὑμνεῖτε καὶ ἐξομολογεῖσθεὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων. Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα ὑμνούντων αὐτῶν καὶ ἑστὼς ἐθεώρει αὐτοὺς ζῶντας· τότε Ναβουχοδονοσὸρ ὁ βασιλεὺς ἐθαύμασε, καὶ ἀνέστη σπεύσας καὶ εἶπεν τοῖς φίλοις αὐτοῦ Οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους; καὶ εἶπον τῷ βασιλεῖ Ἀληθῶς, βασιλεῦ. καὶ εἶπεν ὁ βασιλεὺς Ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους περιπατοῦντας ἐν τῷ πυρί, καὶ φθορὰ οὐδεμία ἐγενήθη ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοίωμα ἀγγέλου θεοῦ.