Ancient Greek
4.1 to 4.14
Septuaginta, Daniel (Theodotionis versio) 4.1-14
Not analysed yet
Ἔτους ὀκτωκαιδεκάτου τῆς βασιλείας Ναβουχοδονοσὸρ εἶπεν Εἰρηνεύων ἤμην ἐν τῷ οἴκῳ μου, καὶ εὐθηνῶν ἐπὶ τοῦ θρόνου μου. ἐνύπνιον εἶδον καὶ εὐλαβήθην, καὶ φόβος μοι ἐπέπεσεν. ἐπὶ τῆς κοίτης μου ἐκάθευδον, καὶ ἰδοὺ δένδρον ὑψηλὸν φυόμενον ἐπὶ τῆς γῆς, καὶ ἡ ὅρασις αὐτοῦ μεγάλη, καὶ οὐκ ἦν ἄλλο ὅμοιον αὐτῷ. οἱ κλάδοι αὐτοῦ τῷ μήκει ὡς σταδίων τριάκοντα, καὶ ὑποκάταω αὐτοῦ ἐσκίαζον πάντα τὰ θηρία τῆς γῆς, καὶ ἐν αὐτῷ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐνόσσευον· ὁ καρπὸς αὐτοῦ πολὺς καὶ ἀγαθός, καὶ ἐχορήγει πᾶσι τοῖς ζῴοις. καὶ ἡ ὅρασις αὐτοῦ μεγάλη, ἡ κορυφὴ αὐτοῦ ἤγγιζεν ἕως τοῦ οὐρανοῦ καὶ τὸ κύτος αὐτοῦ ἕως τῶν νεφελῶν, πληροῦν τὰ ὑποκάτω τοῦ οὐρανοῦ· ὁ ἥλιος καὶ ἡ σελήνη ἦν, ἐν αὐτῷ ᾧκουν καὶ ἐφώτιζον πᾶσαν τὴν γῆν. ἐθεώρουν ἐν τῷ ὕπνῳ μου, καὶ ἰδοὺ ἄγγελος ἀπεστάλη ἐν ἰσχύι ἐκ τοῦ οὐρανοῦ, καὶ ἐφώνησεν καὶ εἶπεν αὐτῷ Ἐκκόψατε αὐτὸ καὶ καταφθεί ρατε αὐτό· προστέτακται γὰρ ἀπὸ τοῦ ὑψίστου ἐκριζῶσαι καὶ ἀχρειῶσαι αὐτό. καὶ οὕτως εἶπεν Ῥίζαν μίαν ἄφετε αὐτοῦ ἐν τῇ γῇ, ὅπως μετὰ τῶν θηρίων τῆς γῆς ἐν τοῖς ὄρεσι χόρτον ὡς βοῦς νέμηται, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἀλλοιωθῇ, καὶ ἑπτὰ ἔτη βοσκηθῇ σὺν αὐτοῖς, ἕως ἂν γνῷ τὸν κύριον τοῦ οὐρανοῦ ἐξουσίαν ἔχειν πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς, καὶ ὅσα ἂν θέλῃ ποιεῖν ποιεῖ ἐν αὐτοῖς.