Ancient Greek · ~7 min
6.6 to 6.16
Septuaginta, Daniel (Theodotionis versio) 6.6-16
Not analysed yet
τότε προσήλθοσαν οἱ ἄνθρωποι ἐκεῖνοι καὶ εἶπαν ἐναντίον τοῦ βασιλέως Ὁρισμὸν καὶ στάσιν ἐστήσαμεν, ὅτι πᾶς ἄνθρωπος ὂς ἂν εὔξηται εὐχὴν ἢ ἀξιώσῃ ἀξίωμά τι παρὰ παντὸς θεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλʼ ἢ παρὰ Δαρείου τοῦ βασιλέως, ῥιφήσεται εἰς τὸν λάκκον τῶν λεόντων. καὶ οὕτως ὁ βασιλεὺς Δαρεῖος ἔστησε καὶ ἐκύρωσεν. ἐπιγνοὺς δὲ Δανιὴλ τὸν ὁρισμὸν ὃν ἔστησε κατʼ αὐτοῦ, θυρίδας ἤνοιξεν ἐν τῷ ὑπερῷῳ αὐτοῦ κατέναντι Ἰερουσαλήμ, καὶ ἔπιπτεν ἐπὶ πρόσωπον αὐτοῦ τρὶς τῆς ἡμέρας, καθὼς ἐποίει ἔμπροσθεν, καὶ ἐδεῖτο. καὶ αὐτοὶ ἐτήρησαν τὸν Δανιὴλ, καὶ κατελάβοσαν αὐτὸν εὐχόμενον τρὶς τῆς ἡμέρας καθʼ ἑκάστην ἡμέραν. τότε οὗτοι οἱ ἄνθρωποι ἐνέτυχον τῷ βασιλεῖ καὶ εἶπαν Δαρεῖε βασιλεῦ, οὐχ ὁρισμὸν ὡρίσω ἴνα πᾶς ἄνθρωπος μὴ εὔξηται εὐχὴν μηδὲ ἀξιώσῃ ἀξίωμα παρὰ παντὸς θεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλὰ παρὰ σοῦ, βασιλεῦ· εἰ δέ μή, ῥιφήσεται εἰς τὸν λάκκον τῶν λεόντων; ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπεν αὐτοῖς Ἀκριβὴς ὁ λόγος, καὶ μενεῖ ὁ ὁρισμός. a καὶ εἶπον αὐτῷ Ὁρκίζομέν σε τοῖς Μήδων καὶ Περσῶν δόγμασιν, ἵνα μὴ ἀλλοιώσῃς τὸ πρόσταγμα μηδὲ θαυμάσῃς πρόσωπον, καὶ ἵνα μὴ ἐλαττώσῃς τι τῶν εἰρημένων, καὶ κολάσῃς τὸν ἄνθρωπον ὃς οὐκ ἐνέμεινε τῷ ὁρισμῷ τούτῳ. καὶ εἶπεν Οὕτως ποιήσω καθὼς λέγετε, καὶ ἕστηκέ μοι τοῦτο. καὶ εἶπον Ἰδοὺ εὕρομεν Δανιὴλ τὸν φίλον σου εὐχόμενον καὶ δεόμενον τοῦ προσώπου τοῦ θεοῦ αὐτοῦ τρὶς τῆς ἡμέρας. καὶ λυπούμενος ὁ βασιλεὺς εἶπεν ῥιφῆναι τὸν Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων, κατὰ τὸν ὁρισμὸν ὃν ἔστησε κατʼ αὐτοῦ. τότε ὁ βασιλεὺς σφόδρα ἐλυπήθη ἐπὶ τῷ Δανιὴλ, καὶ ἐβοήθει τοῦ ἐξελέσθαι αὐτὸν ἕως δυσμῶν ἡλίου ἀπὸ τῶν χειρῶν τῶν σατραπῶν, καὶ οὐκ ἡδύνατο ἐξελέσθαι αὐτὸν ἀπʼ αὐτῶν. ἀναβοήσας δέ Δαρεῖος ὁ βασιλεὺς εἶπε τῷ Δανιήλ Ὁ θεός σου, ᾧ σὺ λατρεύεις ἐνδελεχῶς τρὶς τῆς ἡμέρας, αὐτὸς ἐξελεῖταί σε ἐκ χειρὸς τῶν λεόντων· ἕως πρωὶ θάρρει.