Ancient Greek · ~7 min
8.1 to 8.10
Septuaginta, Daniel (Theodotionis versio) 8.1-10
Not analysed yet
Ἓτους τρίτου βασιλεύοντος Βαλτασὰρ ὃρασις ἣν εἰδον ἐγὼ Δανιὴλ μετὰ τὸ ἰδεῖν με τὴν πρώτην. καὶ εἶδον ἐν τῷ ὁράματι τοῦ ἐνυπνίου μου, ἐμοῦ ὄντος ἐν Σούσοις τῇ πόλει, ἥτις ἐστιν ἐν Ἐλυμαίδι χώρα, καὶ εἶδον ἐν ὁράματι ἔτι ὄντος μου πρὸς τῇ πύλῃ Αἰλάμ· ἀναβλέψας εἶδον κριὸν ἕνα μέγαν ἑστῶτα ἀπέναντι τῆς πύλης, καὶ εἶχε κέρατα, καὶ τὰ κέρατα ὑψηλά· καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινε. μετὰ δὲ ταῦτα εἶδον τὸν κριὸν κερατίζοντα πρὸς ἀνατολὰς καὶ πρὸς βορρᾶν καὶ πρὸς δυσμὰς καὶ μεσημβρίαν· καὶ πάντα τὰ θηρία οὐκ ἔστησαν ὀπίσω αὐτοῦ, καὶ οὐκ ἣν ὁ ῥυόμενος ἐκ τῶν χειρῶν αὐτοῦ, καὶ ἐποίει ὡς ἤθελε καὶ ὑψώθη. καὶ ἐγὼ διενοούμην, καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ δυσμῶν ἐπὶ προσώπου τῆς γῆς, καὶ ἣν τοῦ τράγου κέρας ἕν θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. καὶ ἦλθεν ἐπὶ τὸν κριὸν τὸν τὰ κέρατα ἔχοντα, ὃν εἶδον ἑστῶτα πρὸς τῇ πύλῃ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐν θυμῷ ἀργῆς. καὶ εἶδον αὐτὸν προσάγοντα πρὸς τὸν κριόν, καὶ ἐθυμώθη ἐπʼ αὐτόν· καὶ ἐπάταξε τὸν κριὸν καὶ συνέτριψε τὰ δύο κέρατα αὐτοῦ, καὶ οὐκέτι ἦν ἰσχὺς ἐν τῷ κριῷ στῆναι κατέναντι τοῦ τράγου· καὶ ἐσπάραξεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνέτριψεν αὐτόν, καὶ οὐκ ἦν ὁ ῥυόμενος τὸν κριὸν ἀπὸ τοῦ τράγου. καὶ ὁ τράγος τῶν αἰγῶν κατίσχυσε σφόδρα· καὶ ὅτε κατίσχυσε συνετρίβη αὐτοῦ τὸ κέρας τὸ μέγα, καὶ ἀνέβη ἕτερα τέσσαρα κέρατα κατόπισθεν αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. καὶ ἐξ ἑνὸς αὐτῶν ἀνεφύη κέρας ἰσχυρὸν ἕν, καὶ κατίσχυσε καὶ ἐπάταξεν ἐπὶ μεσημβρίαν καὶ ἐπʼ ἀνατολὰς καὶ ἐπὶ βορρᾶν· καὶ ὑψώθη ἕως τῶν ἀστέρων τοῦ οὐρανοῦ· καὶ ἐρράχθη ἐπὶ τὴν γῆν ἀπὸ τῶν ἀστέρων καὶ ἀπὸ αὐτῶν κατεπατήθη,