# Deuteronomium 1.1-15

Septuaginta, Deuteronomium, 1.1 to 1.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/deuteronomium/1.1

OYTOI οἱ λόγοι οὓς ἐλάλησεν Μωυσῆς παντὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς ἀνὰ Φαρᾶν Τόφολ καὶ λοβὸν καὶ Αὐλῶν’ καὶ Καταχρύσεα· ἕνδεκα ἡμερῶν ἐν Χωρὴβ ὁδὸς ἐπ’ ὄρος Σηεὶρ ἕως Καδὴς Βαρνή. καὶ ἐγενήθη ἐν τῷ τεσσερακοστῷ ἔτει, ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνός, ἐλάλησεν Μωυσῆς πρὸς πάντας υἱοὺς Ἰσραὴλ κατὰ πάντα ὅσα ἐνετείλατο κύριος αὐτῷ πρὸς αὐτούς, μετὰ τὸ πατάξαι Σηὼν βασιλέα Ἀμορραίων τὸν κατοικήσαντα ἐν Ἑσεβὼν καὶ Ὢγ βασιλέα τῆς βασᾶν τὸν κατοικήσαντα ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδράειν, ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ Μωὰβ ἤρξατο Μωυσῆς διασαφῆσαι τὸν νόμον τοῦτον λέγων κύριος ὁ θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρὴβ λέγων Ἱκανούσθω ὑμῖν κατοικεῖν ἐν τῶ ὄρει τούτῳ· ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Αμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Ἄραβά, εἰς ὄρος καὶ πεδίον, καὶ πρὸς λίβα καὶ παραλίαν γῆν χαναναίων καὶ Ἀντιλίβανον, ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου. ἴδετε παραδέδωκεν ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ’ αὐτούς. καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καίρῳ ἐκείνῳ λέγων Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· Κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογήσαι ὑμὰς καθοτ ἐλάλησεν ὑμῖν. πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς ἀντιλογίας ὑμῶν ; δότε ἑαυτοῖς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς φυλὰς ὑμῶν, καὶ καταστήσω ἐφ’ ὑμῶν μῶν ἡγουμένους ὑμῶν. καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας ποιῆσαι. καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ’ ὑμῶν, καὶ ἑκατοντάρχους καὶ δεκαδάρχους γραμματοεισαγωτοῖς κριταῖς ὑμῶν.

---

Septuaginta, Deuteronomium, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg005.local002/.
