Ancient Greek · ~7 min
1.16 to 1.27
Septuaginta, Deuteronomium 1.16-27
Not analysed yet
καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ νὼ λέγων Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ. οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει· κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστίν· καὶ τὸ ῥῆμα ὃ ἐὰν σκληρὸν ᾐ ἀφ’ ὑμῶν, ἀνοίσετε αὐτὸ ἐπ’ ἐμέ, καὶ ἀκούσομαι ὑμῶν. καἴ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους οὓς ποιήσετε. καὶ ἀπάραντες ἐκ Χωρὴβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμορραίου, καθότι ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν, καὶ ἤλθομεν ἕως Καδὴς Βαρνή. καὶ εἶπα πρὸς Ἤλθατε ἕως τοῦ ὄρους τοῦ Ἀμορραίου, ὃ ὁ κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῖν· ἴδετε παραδέδωκεν ὑμῖν κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε, ὃν τρόπον εἶπεν Κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν ὑμῖν· μὴ φοβεῖσθε μηδὲ δειλιάσητε. καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε᾿ Ἀποστείλωμεν ἄνδρας προτέρους ἡμῶν καὶ ἐφοδευσάτωσαν ἡμὶν τὴν γῆν, καὶ άοαγγεθκάτωσαν ἡμῖν ἀπόκρισιν, τὴν ὁδὸν δι’ ἧς ἀναβησόμεθα ἐν καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς. καὶ ἤρεσεν ἐναντίον μου τὸ ῥῆ μὰ, καὶ ἔλαβον ἐξ ὑμῶν ιβ΄ ἄν· δρας, ἄνδρα ἕνα κατὰ φυλήν. καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος, καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος, καὶ κατεσκόπευσαν αὐτήν. καὶ ἐλάσον ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς ἡμᾶς, καὶ ἔλεγον Ἀγαθὴ ἡ γῆ ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν. καὶ οὐκ ἠθελήσατε ἀναβῆναι, καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ἡμῶν· καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε Διὰ τὸ μισεῖν Κύριον ἡμᾶς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, παραδοῦναι ἡμᾶς εἰς χεῖρας Ἀμορραίων, ἐξολεθρεῦσαι ἡμᾶς·