Ancient Greek · ~7 min
10.1 to 10.11
Septuaginta, Deuteronomium 10.1-11
Not analysed yet
Ἐν ἐκείνῳ τῷ καιρῷ εἶπεν κύριος πρὸς μέ Λἀξευσον σεαυτῷ δύο πλάκας λιθίνας ὥσπερ τὰς πρώτας, καὶ ἀνάβηθι πρὸς μὲ εἰς τὸ ὄρος, καὶ ποιήσεις σεαυτῷ κιβωτὸν ξυλίνην· καὶ γράψεις ἐπὶ τὰς πλάκας τὰ ῥήματα ἃ ἦν ἐν ταῖς πλαξὶν ταῖς πρώταις ἃς συνέτριψας, καἰ ἐμβαλεῖς αὐτὰ εἰς τὴν κιβωτόν. καὶ ἐπιστρέψας κατέβην ἐκ ξύλων ἀσήπτων, καὶ ἐλάξευσα τὰς πλάκας λιθίνας ὡς αἱ πρῶται, καὶ ἀνέβην εἰς τὸ ὄρος, καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς χερσίν μου. καὶ ἔγραψεν ἐπὶ τὰς πλάκας κατὰ τὴν γραφὴν τὴν πρώτην τοὺς δέκα λόγους, οὓς ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, καὶ ἔδωκεν αὐτὰς κύριος ἐμοί. καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους, καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτὸν ἣν ἐποίησα, καὶ ἦσαν ἐκεῖ καθὰ ἐνετείλατό μοι Κύριος. καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀπῆραν ἐκ Βηρὼθ υἱῶν Ἰακεὶμ Μεισαδαί· ἐκεῖ ἀπέθανεν Ἀαρὼν καὶ ἐτάφη ἐκεῖ, καὶ ἱεράτευσεν Ἐλεαζὰρ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ. ἐκεῖθεν θεν ἀπῆραν εἰς Γαδγάδ, καὶ ἀπὸ Γαδγὰδ εἰς Ταιβάθα· γῆ χείμαρροι ὑδάτων. ἐν ἐκείνῳ τῷ καιρῷ διέστειλεν Κύριος τὴν φυλὴν τὴν Λευεὶ αἴρειν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, παρεστάναι ἔναντι κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης. διὰ τοῦτο οὐκ ἔστιν τοῖς Λευείταις μερὶς καὶ κλῆρος ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύνριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ. κἀγὼ ἱστήκειν ἐν τῷ ὄρει τεσσεράκοντα ἡμέρας κα τεσσεράκοντα νύκτας, καὶ ἤκουσεν Κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ, καὶ οὐκ ἠθέλησεν κύριος ἐξολεθρεῦσαι ὑμᾶς. καὶ εἶπεν κύριος πρὸς μέ βάδιζε, ἄπαρον ἐναντίον τοῦ λαοῦ τούτου, καὶ εἰσπορευέσθωσαν καὶ κληρονομείτωσαν τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς.