Ancient Greek · ~7 min
12.1 to 12.11
Septuaginta, Deuteronomium 12.1-11
Not analysed yet
Καὶ ταῦτα τὰ προστάγματα καὶ αἱ κρίσεις ἃς φυλάξετε τοῦ ποιεῖν ἐν τῇ γῇ, ἧ κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας ἃς ὑμεῖς ζῆτε ἐπὶ τῆς γῆς. ἀπωλίᾳ ἀπολεῖτε πάντας τοὺς τόπους ἐν οἷς ἐλάτρευσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν, οὓς ὑμεῖς κληρονομεῖτε αὐτούς, ἐπὶ τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν θινῶν καὶ ὑποκάτω δένδρου δασέος· καὶ κατασκάψατε τοὺς βωμοὺς αὐτῶν, καὶ συντρίψετε τὰς στήλας αὐτῶν, καὶ τὰ ἄλση αὐτῶν ἐκκόφετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακούσατε πυρί. καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου. οὐ ποιήσετε οὕτως κυρίῳ τῷ θεῷ ὑμῶν· ἀλλ᾿ ἢ εἰς τὸν τόπον ὃν ἀν’ ἐκλέξηται Κύριος ὁ θεός σου ἐν μιᾷ τῶν πόλεων ὑμῶν, ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐπικληθῆναι, καὶ ἐκζητήσατε ἐκεῖ· καὶ οἴσετε τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰς ὁμολογίας ὑμῶν, τὰ πρωτότοκα τῶν βοῶν ὑμῶν κα τῶν προβάτων ὑμῶν· καὶ φάγεσθε ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, καὶ εὐφρανθήσεσθε ἐπὶ πᾶσιν οὗ ἂν τὴν χεῖρα ἐπιβάλητε, ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, καθότι εὐλόγησέν σε Κύριος ὁ θεός σου. οὐ ποιήσετε πάντα ἃ ἡμεῖς ποιοῦμεν ὧδε σήμερον, ἕκαστος τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ· οὐ γὰρ ἥκατε ἕως τοῦ νῦν εἰς τὴν κατάπαυσιν καὶ εἰς τὴν κληρονομίαν ἣν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῖν. καὶ διαβήσεσθε τὸν Ἰορδάνην, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεὸς ἡμῶν κατακληρονομεῖ ὑμῖν, καὶ καταπαύσει ὑμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ὑμῶν τῶν κύκλῳ, καὶ κατοικήσετε μετὰ ἀσφαλίας. καὶ ἔσται ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σον ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν, καὶ τὰ ἐπιδέκατα ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν ὅσα ἐὰν εὔξησθε τῷ θεῷ ἐῷ·