Ancient Greek · ~7 min
13.1 to 13.10
Septuaginta, Deuteronomium 13.1-10
Not analysed yet
Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος τὸ ἐνύπνιον καὶ δῷ σοι σημεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησεν πρὸς σὲ λέγων Πορευθὼμεν καὶ λατρεύ- σωμεν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε· οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο· ὅτι πειράζει κύριος ὁ θεός σου ὑμᾶς, εἰδέναι εἰ ἀγαπᾶτε τὸν θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. ὀπίσω Κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε, καὶ τοῦτον φοβηθήσεσθε καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε κοὶ αὐτῷ προσ- τεθήσεσθε. καὶ ὁ προφήτης ἐκεῖνος ἢ ὁ τὸ ἐνύπνιον ἐνύπνιονζόμενος ἐκεῖνος ἀποθανεῖται· ἐλάλησεν γὰρ πλανῆσαί σε ἀπὸ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, τοὺ λυτρωσαμένου σε ἐκ τῆς δουλίας, ἐξῶσαί σε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετείλατό σοι Κὐριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτῇ· καὶ ἀφανι εῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Ἐὰν δὲ παρακαλέσῃ ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου, ἢ ὁ υἱός σου ἢ ἡ θυγάτηρ σου ἢ ἡ γυνὴ ἡ ἐν κόλπῳ σου, ἢ φἰλος ἴσος τῆς ψυχῆς σου, λάθρα λέγων βαδίσωμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδεις σὺ καὶ οἱ πατέρες σου, ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν, τῶν ἐγγιζόντων σοι ἢ τῶν μακρὰν ἀπὸ σοῦ, ἀπ’ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς· οὐ συνθελήσεις αὐτῷ καὶ οὐκ εἰσακούσῃ αὐτοῦ, καὶ οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῷ, οὐκ ἐπιποθήσεις ἐπ’ αὐτῷ οὐδ’ οὐ μὴ σκεπάσῃς αὐτόν. ἀναγγέλλων ἀναγγελεῖς περὶ αὐτοῦ, αἱ χεῖρές σου ἔσονται ἐπ’ αὐτὸν ἐν πρώτοις ἀποκτεῖναι αὐτόν, καὶ αἱ χεῖρες παντὸς τοῦ λαοῦ ἐπ’ ἐσχάτῳ· καὶ λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις, καὶ ἀποθανεῖται, ὅτι ἐζήτησεν ἀποστῆσαί σε ἀπὸ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας.