Ancient Greek · ~7 min
16.1 to 16.11
Septuaginta, Deuteronomium 16.1-11
Not analysed yet
φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα Κυρίῳ τῷ θεῷ σου, ὅτι ἐν τῷ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου νυκτός. καὶ θύσεις τὸ πάσχα Κυρίῳ τῷ θεῷ σου, πρόβατα καὶ βόας, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ. οὐ φάγῃ ἐπ’ αὐτοῦ ζύμην· ἑπτὰ ἡμέρας φάγῃ ἐπ’ αὐτοῦ ἄζυμα, ἄρτον κακώσεως, ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ Αἰγύπτου, ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς Αἰγύπτου πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν. οὐκ ὀφθήσεταί σοι ζύμη ἐν πᾶσι τοῖς ὁρίοις σου ἑπτὰ ἡμέρας, καὶ οὐ κοιμηθήσεται ἀπὸ τῶν κρεῶν ὧν ἐὰν θύσῃς τὸ ἑσπέρας τῇ ἡμέρᾳ τῇ πρώτῃ εἰς τὸ πρωί. οὐ δυνήσῃ θῦσαι τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεων σου ὧν κύριος ὁ θεός σου δίδωσίν σοι· ἀλλ᾿ ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, θύσεις τὸ πάσχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐξ Αἰγύπτου. καὶ ἑψήσεις κα ὀπτήσεις καὶ φάγῃ ἐν τῷ τόπῳ οὗ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν· καὶ ἀποστραφήσῃ τὸ πρωὶ καὶ ἐλεύσῃ εἰς τοὺς οἴκους σου. ἕξ ἡμέρας φάγῃ ἄζυμα, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξόδιον, ἑορτὴ κυρίῳ τῷ θεῷ σου· οὐ ποιήσεις ἐν οὐτῇ πᾶν ἔργον, πλὴν ὅσα ποιηθήσεται ψυχῇ. ἑπτὰ ἑβδομάδας ἐξαριθμήσεις σεαυτῷ. ἀρξαμένου σου δρέπανον ἐπ’ ἀμητὸν ἄρξῃ ἐξαριθμῆσαι ἑ. πτὰ ἑβδο- μάδας. Καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων κυρίῳ τῷ θεῷ σου καθότι ἡ χείρ σου ἰσχύει, ὅσα ἂν δῷ Κύριος ὁ θεός σου. καὶ εὐφρανθήσῃ ἐναντίον τοῦ θεοῦ σου, καὶ ὁ υἱός σου καὶ ἡ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευείτης καὶ ὁ καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ οὖσα ἐν ὑμῖν, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ·