Ancient Greek · ~7 min
17.1 to 17.11
Septuaginta, Deuteronomium 17.1-11
Not analysed yet
Οὐ θύσεις Κυρίῳ τῷ θεῷ σου μόσχον ἢ πρόβατον ἐν ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, πᾶν ῥῆμα πονηρόν, ὅτι βδέλυγμα Κυρίῳ τῷ θεῷ σού ἐστιν. Ἐὰν δὲ εὑρεθῇ ἐν μιᾷ τῶν πόλεων σου, ὧν Κύριος ὁ θεός σου δίδωσίν σοι, ἀνὴρ ἢ γυνὴ ὃς ποιήσει τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου, παρελθεῖν τὴν διαθήκη αὐτοῦ, καὶ ἐλθόντες λατρεύσωσιν θεοῖς ἑτέροις καὶ προσκυνήσουσιν αὐτοῖς, τῶ ἡλίῳ ἢ τῇ σελήνῃ ἢ παντὶ τῶν ἐκ τοῦ κόσμου τοῦ οὐρανοῦ ἃ οὐ προσέταξεν, καὶ ἀναγγελῇ σοι· καὶ ἐκζητήσεις σφόδρα, καὶ ἰδοὺ ἀληθῶς γέγονεν τὸ ῥῆμα, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν Ἰσραήλ· καὶ ἐξαρεῖς τὸν ἄνθρωπον ἐκεῖνον ἢ τὴν γυναῖκα ἐκ νῆν, καὶ λιθοβολήσετε αὐτοὺς ἐν λίθοις, καὶ τελευτήσουσιν ἐπὶ δυσὶν μάρτυσιν ἢ ἐπὶ τρισὶν μάρτυσιν ἀποθανεῖται ὁ ἀποθνήσκων οὐκ ἀποθανεῖται ἐφ’ ἑνὶ μάρτυρι. καὶ ἡ χεὶρ τῶν μαρτύρων ἴστ’ ἐπ’ αὐτῷ ἐν πρώτοις θανατῶσαι αὐτόν, καὶ ἡ χεὶρ τοῦ λαοῦ ἐπ’ ἔσχ’ τῶν· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀνὰ μέσον αἷμα αἵματος, καὶ ἀνὰ μέσον κρίσις κρίσεως, καὶ ἀνὰ μέσον ἁφὴ ἁφῆς, καὶ ἀνὰ μέσον ἀντιλογία ἀντιλογίας, ῥήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν· καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεός σου ἐκεῖ, καὶ ἐλεύσῃ πρὸς τὸν κριτὴν ὃς ἂν γένηται ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐκζητήσαντες ἀναγγελοῦσίν σοι τὴν κρίσιν. καὶ ποιήσεις κα τὸ πρᾶγμα ὃ ἐὰν ἀναγγείλωσίν σοι ἐκ τοῦ τόπου οὗ ἀν’ ἐκλέξηται κύριος ὁ θεός σου, καὶ φυλάξῃ ποιῆσαι πάντα ὅσα ἐὰν νομοθέτῃ σοι· κατὰ κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν ἢν ἂν εἴπωσίν σοι ποιήσεις, οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος οὗ ἐὰν ἀναγγείλωσίν σοι δεξιὰ οὐδὲ ἀριστερά.