Ancient Greek · ~2 min
18.16 to 18.18
Septuaginta, Deuteronomium 18.16-18
Not analysed yet
κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες οὐ προσθήσομεν ἀκοῦσαι τὴν φωνὴν κυρίου τοῦ θεοῦ σου, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν. καὶ εἶπεν κύριος πρὸς μέ Ὀρθῶς πάντα ὅσα ἐλάλησαν πρὸς σέ· προφήτην αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ, καὶ δώσω τὰ μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ·