Ancient Greek · ~7 min
22.1 to 22.13
Septuaginta, Deuteronomium 22.1-13
Not analysed yet
Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου ἢ τὸ πρόβατον αὐτοῦ πλανώμενα ἐν τῇ ὁδῷ, μὴ ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῶ ἀδελφῷ σου καὶ ἀποδώσεις αὐτῷ. ἐὰν δὲ μὴ ἐγγίζῃ ὁ ἀδελφός σου πρὸς σὲ μηδὲ ἐπίστῃ αὐτόν, συνάξεις αὐτὸν ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ἔσται μετὰ σοῦ ἕως ἂν ζητήσῃ αὐτὰ ὁ ἀδελφός σου, καὶ ἀποδώσεις αὐτῷ. οὔτως ποιήσεις τὸν ὄνον αὐτοῦ, καὶ οὕτως ποιήσεις κατὰ πᾶσαν ἀπωλίαν τοῦ ἀδελφοῦ σου ὅσα ἐὰν ἀπότω λῆται παρ’ αὐτοῦ καὶ εὕρῃς, οὐ δυνήσῃ ὑπεριδεῖν. Οὐκ ὄψῃ τὸν ὄνον τοῦ ἀδελφοῦ σου ἢ τὸν μόσχον αὐτοῦ πεπτωκότας ἐν τῇ ὁδῷ· μὴ ὑπερίδῃς αὐτούς· ἀνιστῶν ἀναστήσεις μετ’ αὐτοῦ. οὐκ ἔσται σκεύη ἀνδρὸς ἐπὶ γυναικί, οὐδὲ μὴ ἐνδύσηται ἀνὴρ στολὴν γυναικίαν· ὅτι βδέλυγμα Κυρίῳ τῷ θεῷ σού ἐστιν πᾶς ποιῶν ταῦτα. Ἐὰν δὲ συναντήσῃς νοσσιᾷ ὀρνέων πρὸ προσώπου σου ἐν τῇ ὁδῷ ἢ ἐπί παντὶ δένδρει ἢ ἐπὶ τῆς γῆς, νοσσοῖς ἢ ὠοῖς, καὶ ἡ μήτηρ θάλπη ἐπὶ τῶν νοσσῶν ἢ ἐπὶ τῶν ὠῶν ,οὐ λήμψῃ τὴν μητέρα μετὰ τῶν τέκνων· ἀποστολῇ ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παιδία λήμψῃ σεαυτῷ, ἵνα εὖ σοι γένηται καὶ πολυήμερος γένῃ. Ἐὰν οἰκοδομήσῃς οἰκίαν καινήν, καὶ ποιήσεις στεφάνην τῷ τῷ δώματί σου· καὶ οὐ ποιήσεις φόνον ἐν τῆ οἰκίᾳ σου, ἐὰν πέσῃ ὁ πεσὼν ἀπ’ αὐτοῦ. Οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου δίφορον, ἵνα μὴ ἁγιασθῇ τὸ γένημα καὶ τὸ σπέρμα ὃ ἐὰν σπείρῃ μετὰ τοῦ γενήματος τοῦ ἀμπελῶνός σου. οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό. οὐκ ἐνδύσῃ κίβδηλον, ἔρια καὶ λίνον ἐν τῷ αὐτῷ. Στρεπτὰ ποιήσεις σεαυτῷ ἐπὶ τῶν τεσσάρων κρασπέδων τῶν περιβολαίων σου, ἃ ἐὰν περιβάλῃ ἐν αὐτοῖς. Ἐἀν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ μισήσῃ αὐτήν,