Ancient Greek · ~7 min
23.1 to 23.17
Septuaginta, Deuteronomium 23.1-17
Not analysed yet
Οὐκ εἰσελεύσονται θλαδίας οὐδὲ ἀποκεκομμένος εἰς ἐκκλησίαν κυρίου. οὐκ εἰσελεύσεται Ἀμμανείτης οὐδὲ Μωαβείτης εἰς ἐκκλησίαν Κυρίου· καὶ ἕως δεκάτης γενεᾶς οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου καὶ ἕως εἰς τὸν αἰῶνα, παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ὑμῖν μετὰ ἄρτων καὶ ὕδατος ἐν τῆ ὁδῷ ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου, καὶ ὅτι ἐμισθώσαντο ἐπὶ σὲ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἐκ τῆς Μεσοποταμίαις καταρᾶσθαι· καὶ οὐκ ἠθέλησεν Κύριος ὁ θεός σου εἰσακοῦσαι τοῦ Βαλαάμ, καὶ μετέστρεψεν κύριος ὁ θεός σου τὰς κατάρας εἰς εὐλογίαν, ὅτι ἠγάπησέν σε Κύριος ὁ θεός σου. οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς καὶ συμφέροντα αὐτοῖς πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰῶνα. οὐ βδελύξῃ Ἰδουμαῖον, ὅτι ἀδελφός σού ἐστιν· οὐ βδελύξῃ Αἰγύπτιον, ὅτι πάροικος ἐγένου ἐν τῇ γῇ αὐτοῦ· υἱοὶ ἐὰν γενηθῶσιν αὐτοῖς, γενεᾷ τρίτῃ εἰσελεύσονται εἰς ἐκκλησίαν Κυρίου. Ἐὰν δὲ ἐξέλθῃς παρεμβαλεῖν ἐπὶ τοὺς ἐχθρούς σου, καὶ φυλάξῃ ἀπὸ παντὸς ῥήματος πονηροῦ. ἐὰν ἦ ἐν σοὶ ἄνθρωπος ὃς οὐκ ἔσται καθαρὸς ἐκ ῥύσεως αὐτοῦ νυκτός, καὶ ἐξελεύσεται εἰς τὴν παρεμβολήν· καὶ ἔσται τὸ πρὸς ἑσπέραν λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ δεδυκότος ἡλίου εἰσελεύσεται εἰς τὴν παρεμβολήν. . καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου, καὶ ἔσται ὅταν διακαθιζάνῃς ἔξω, καὶ ὀρύξεις ἐν αὐτῷ καὶ ἐπάγων καλύψεις τὴν ἀσχημοσύνην σου· ὅτι κύριος ὁ θεός σου ἐνπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου, ἐξελέσθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου· καὶ ἔσται ἡ σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πρόγμοτος, καὶ στρέψει ἀπὸ σοῦ. Οὐ παραδώσεις παῖδα τῷ κυρίῳ, ὃς προστέθειταί σοι παρὰ . μετὰ σοῦ κατοικήσει, ἐν ὑμῖν· κατοικήσει οὗ του κύρου αὐτοῦ ἐὰν ἀρέση αὐτῷ, οὐ θλίψεις αὐτόν. Οὐκ ἱστᾶι πόρνη ἀπὸ θυγατέρων Ἰσραήλ, καὶ οὐκ ἔσται πορνεύων ἀπὸ υἱῶν Ἰσραήλ· οὐκ ἱστᾶι τελεσφόρος ἀπὸ θηατέρων Ἰσραήλ, καὶ οὐκ ἱστᾶι τελισκόμενος ἀπὸ υἱῶν Ἰσραήλ.