Ancient Greek · ~6 min
26.12 to 26.19
Septuaginta, Deuteronomium 26.12-19
Not analysed yet
Ἐὰν δὲ συντελέσῃς ἀποδεκατῶσαι πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου ἐν τῷ ἔτει τῷ τρίτῳ, τὸ δεύτερον ἐπιδέκατον δώσεις τῷ Λευείτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, καὶ φάγονται ἐν ταῖς πόλεσίν σου καὶ εὐφρανθήσονται. καὶ ἐρεῖς ἐναντίον Κυρίου τοῦ θεοῦ σου Ἐξεκάθαρα τὰ ἅγια ἐκ τῆς οἰκίας μου, καὶ ἔδωκα αὐτὰ τῷ Λευείτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, κατὰ πάσας τὰς ἐντολὰς ἃς ἐνετείλω μοι· οὐ παρῆλθον τὴν ἐντολήν σου καὶ οὐκ ἐπελαθόμην· καὶ οὐκ ἔφαγον ἐν ὀδύνῃ μου ἀπ’ αὐτῶν, οὐκ ἐκάρπωσα ἀπ’ αὐτῶν εἰς ἀκάθαρτον, οὐκ ἔδωκα ἀπ’ αὐτῶν τῷ τεθνηκότι· ἐπήκουσα τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν, ἐπήκουσα καθότι ἐνετείλω μοι. κάθιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου ἐκ τοῦ οὐρανοῦ, καὶ εὐλόγησον τὸν λαόν σου τὸν Ἰσραὴλ καὶ τὴν γῆν ἢν ἔδωκας αὐτοῖς, καθὰ ὤμοσας τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι. Ἐν τῆ ἡμέρᾳ ταύτῃ κύριος ὁ σου ἐνετείλατό σοι ποιῆσαι πάντα τὰ δικαιώματα καὶ τὰ καὶ φυλάξεσθε καὶ ποιήσετε αὐτὰ ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ὅλης τῆς ψυχῆς ὑμῶν. ἦτόν θεὸν ἑλοῦ σήμερον εἶναί σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ φυλάσσεσθαι τὰ δικαιώματα καὶ τὰ κρίματα, καὶ ὑπακούειν τῆς φωνῆς αὐτοῦ· καὶ Κύριος εἵλατό σε σήμερον γενέσθαι σε αὐτῷ λαὸν καθόπερ εἶπεν, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ· καὶ εἶναί τῶν ἐθνῶν, ὡς ἐποίησέν σε ὀνομαστὸν καὶ κ ν, εἶναί σε λαὸν ἅγιον κυρίῳ τῷ θεῷ σου, καθὼς ἐλάλησεν.