Ancient Greek · ~7 min
28.54 to 28.63
Septuaginta, Deuteronomium 28.54-63
Not analysed yet
ἁπαλὸς ὁ ἐν σοὶ καὶ ὁ τρυφερὸς σφόδρα βασκανεῖ τῷ ὀφθαλμῷ τὸν ἀδελφὸν καὶ τὴν γυναῖκα τὴν ἐν κόλπῳ καὶ τὰ καταλελιμμένα τέκνα ἃ ἂν καταλειφθῇ, ὥστε δοῦναι ἑνὶ αὐτῶν ἀπὸ τῶν σαρκῶν τῶν τέκνων αὐτοῦ ὧν ἂν κατέσθῃ, διὰ τὸ μὴ καταλιφθῆναι αὐτῷ οὐδὲν ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ ἂν θλίψωσίν σε οἱ ἐχθροί σου ἐν πάσαις ταῖς πόλεσίν σου. καὶ ἡ ἁπαλὴ ἐν ὑμῖν καὶ ἡ τρυφερά, ἧς οὐχὶ πεῖραν ἔλαβεν ὁ ποὺς αὐτῆς βαίνειν ἐπὶ τῆς γῆς διὰ τὴν τρυφερότητα, βασκανεῖ τῷ δφθαλμῷ αὐτῆς τὸν ἄνδρα αὐτῆς τὸν ἐν κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν καὶ τὴν θυγατέρα αὐτῆς, καὶ τὸ χόριον αὐτῆς τό ἐξελθὸν διὰ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον ὃ ἂν τέκῃ· καταφάγεται γὰρ αὐτὰ διὰ τὴν ἔνδειαν πόντων κρυφῇ ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῆ θλίψει σου ᾖ θλίψει σε ὁ ἐχθρός σου ἐν ταῖς πόλεσίν σου· ἐὰν μὴ εἰσακούσῃς ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ, φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον τὸ θαυμαστὸν τοῦτο, κύριον τὸν θεόν σου. καὶ παραδοξάσει Κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστάς, καὶ νόσους πονηρὰς καὶ πιστάς. καὶ ἐπιστρέψει πᾶσαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηρὰν ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληθήσονται ἐν σοί. καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην ἐν τῶ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει Κύριος ἐπὶ σέ, ἕως ἂν ἐξολεθρεύσῃ σε. καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖ, ἀνθ’ ὧν ὅτι ἦτε ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου. καὶ ἔσται ὃν τρόπον εὐφράνθη ¶Κύριος ἐφ᾿ ὑμῖν εὖ ποιῆσαι ὑμᾶς, οὕτως εὐφρανθήσεται Κύριος ἐφ᾿ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς· καὶ ἐξαρθήσεσθε ἐν τάχει ἀπὸ τῆς γῆς εἰς ἢν εἰσπορεύῃ ἐκεῖ κληρονομεῖν αὐτήν.