# Deuteronomium 28.64-68

Septuaginta, Deuteronomium, 28.64 to 28.68. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/deuteronomium/28.64

καὶ διασπερεῖ σε Κύριος ὁ θεός σου εἰς πάντα τὰ ἔθνη, ἀπ᾿ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, καὶ δουλεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις, οὓς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου. ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε, οὐδ᾿ οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου· καὶ δώσει σοι Κύριος ἐκεῖ καρδίαν ἑτέραν ἀπειθοῦσαν καὶ ἐκλιπόντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν. καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῆ ζωῇ σου· τὸ πρωὶ ἐρεῖς Ἠὼς ἄν γένοιτο ἑσπέρα; καὶ τὸ ἑσπέρας ἐρεῖς Ἠὼς ἂν γένοιτο Ρ, πρωί; ἀπὸ τοῦ φόβου τῆς καρδίας σου αἰ φοβηθήσῃ, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου ὧν ὄψῃ. καὶ ἀποστρέψει σε κύριος εἰς Αἴγυπτον ἐν πλοίοις, ἐν τῇ ὁδῷ ᾗ εἶπα Οὐ προσθήσει ἔτι ἰδεῖν αὐτήν· καὶ πραθήσεσθε ἐκεῖ τοῖς ἐχθροῖς ὑμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ οὐκ ἔσται ὁ κτώμενος.

---

Septuaginta, Deuteronomium, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg005.local002/.
