# Deuteronomium 3.25-29

Septuaginta, Deuteronomium, 3.25 to 3.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/deuteronomium/3.25

διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην τὴν οὖσαν πέραν τοῦ Ἰορδάνου, τὸ ὄρος τὸ ἀγαθὸν καὶ τὸν Ἀντιλίβανον. καὶ ὑπερεῖδεν κύριος ἐμὲ ἕνεκεν ὑμῶν, καὶ οὐκ εἰσήκουσέν μου· καὶ εἶπεν Κύριος πρὸς μέ Ικανούσθω σοι, μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον. ἀνάβηθι ἐπὶ κορυφῇ Λελαξευμένου, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς κατὰ θἁλασ- σαν καὶ βορρᾶν καὶ λίβα κα ἀνατολάς, καὶ ἴδε τοῖς ὀφθαλμοῖς σου. ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον. καὶ ἔντειλαι Ἰησοῖ καὶ κατίσχυσον αὐτόν καὶ παρακάλεσον αὐτόν, ὅτι οὗτος πρὸ προσώπου τοῦ λαοῦ τούτου, καὶ αὐτὸς κατακληρονομήσει αὖ τὴν γῆν ἣν ἑώρακας. καὶ ἐνεκαθήμεθα ἐν νάπῃ σύνεγγυς οἴκου Φογώρ.

---

Septuaginta, Deuteronomium, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg005.local002/.
