Ancient Greek · ~7 min
31.12 to 31.19
Septuaginta, Deuteronomium 31.12-19
Not analysed yet
ἐκκλησιάσας τὸν λαόν, τοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ ἔκγονα καὶ τὸν προσήλυτον τὸν ἐν ταῖς πόλεσιν ὑμῶν, ἵνα ἀκούσωσιν καὶ ἵνα μάθωσιν φοβεῖσθαι Τύριον τὸν θεὸν ὑμῶν, καὶ ἀκούσονται ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου· καὶ οἱ υἱοὶ αὐτῶν οἳ οὐκ οἴδασιν ἀκούσονται, καὶ μαθήσονται φοβεῖσθαι κύριον τὸν θεόν σου πάσας τὰς ἡμέρας ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς εἰς ἢν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομεῖν αὐτήν. Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἰδοὺ ἠγγίκασιν αἱ ἡμέραι τοῦ θανάτου σου· κάλεσον Ἰησοῦν, καὶ στῆτε παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐντελοῦμαι αὐτῷ. καὶ ἐπορεύθη Μωυσῆς κα Ἰησοῦς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, κοὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. καὶ κατέβη κύριος ἐν νεφέλῃ, καὶ ἔστη παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἔστη ὁ στύλος τῆς νεφέλης παρὰ τὰς θύρας τῆς σκηνῆς. Καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ἴδου σὺ κοιμᾷ μετὰ τῶν πατέρων σου, καὶ ἀναστὰς ὁ λαὸς οὗτος ἐκπορνεύσει ὀπίσω θεῶν ἀλλοτρίων τῆς γῆς εἰς ἣν οὗτος εἰσπορεύεται, καὶ καταλείψουσίν με, καὶ διασκεδάσουσιν τὴν διαθήκην μου ἢν διεθέμην αὐτοῖς. καὶ ὀργισθήσομαι θυμῷ εἰς αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ καταλείψω αὐτοὺς καὶ τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν, καὶ ἱστᾶι κατάβρωμα· καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις, καὶ ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Διότι οὐκ ἔστιν Κύριος ὁ θεός μου ἐν ἐμοί, εὕροσάν με τὰ κακὰ ταῦτα. δὲ ἀποστροφῇ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διὰ πάσας τὰς κακίας ἃς ἐποίησαν, ὅτι ἀπέστρεψαν ἐπὶ θεούς ἀλλοτρίους. καὶ γράψατε τὰ ῥήματα τῆς ᾠδῆς ταύτης, καὶ αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἐμβαλεῖτε αὐτὴν εἰς τὸ στόμα αὐτῶν, ἵνα μοι γένηται ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον, μαρτυροῦσα ἐν υἱοῖς Ἰσραήλ.