Ancient Greek · ~3 min
4.45 to 4.49
Septuaginta, Deuteronomium 4.45-49
Not analysed yet
ταῦτα τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, ἐν τῷ πέραν τοῦ Ἰορδάνου, ἐν φάραγγι ἐγγὺς οἴκου Φογώρ, ἐν γῇ Σηὼν βασιλέως τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἑσεβών, οὓς ἐπάταξεν Μωσῆς καίοι υἱοὶ Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου. καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ καὶ τὴν γῆν Γώγ βασιλέως τῆς βασᾶν, δύο βασιλέων τῶν Ἀμορραίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου κατ’ ἀνατολὰς ἡλίου· ἀπὸ Ἀροὴρ ἥ ἐστιν ἐπὶ τὸ χεῖλος χειμάρρου Ἀρνῶν, καὶ ἰπὶ τοῦ ὄρους τοῦ Σηὼν ὅ ἐστιν Ἁερμών, πᾶσαν τὴν Ἀραβὰ πέραν τοῦ Ἰορδάνου κατ’ ἀνατολὰς ἡλίου ἀπὸ Ἀσηδὼθ τὴν λαξευτήν.