Ancient Greek · ~5 min
8.13 to 8.20
Septuaginta, Deuteronomium 8.13-20
Not analysed yet
καὶ τῶν βοῶν σου πληθυνθέντων καὶ τῶν προβάτων σου πληθυνθέντων, ἀργυρίου καὶ χρυσίου πληθυνθέντος σοι, καὶ πόντων ὅσων ἔσται σοι πληθυνθέντων σοι. ὑψωθῇς τῇ καρδίᾳ καὶ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς υ, ἐξ οἴκου δουλίας· τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς καὶ τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ ,οὗ οὐκ ἢν ὕδωρ· · τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος· τοῦ ψωμίσαντός σε τὸ μάννα ἐν τῇ ἐρήμῳ, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα κακώσῃ σε καὶ ἐκπειράσῃ σε, καὶ εὖ σε ποιήση ἐπ’ ἐσχάτων τῶν ἡμερῶν σου· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου Ἡ ἰσχύς μου καὶ τὸ κρότος τῆς χειρός μου ἐποίησέν μοι τὴν δύναμιν τὴν μεγάλην ταύτην. καὶ μνησθήσῃ Κυρίου τοῦ θεοῦ σου, ὅτι αὐτός σοι δίδωσι τὴν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν, καὶ ἵνα στήσῃ τὴν διαθήκην ἣν ὤμοσεν κύριος τοῖς πατράσιν σου ὡς σήμερον. καὶ ἱστᾶι ἐὰν λήθῃ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου, καὶ πορευθῇς ὀπίσω θεῶν ἑτέρων καὶ λατρεύσῃς αὐτοῖς, διαμαρτύρομαι ὑμῖν σήμερον ὅτι ἀπωλίᾳ ἀπολεῖσθε· καθὰ καὶ τὰ λοιπὰ ἔθνη ὅσα Κύριος ἀπολλέει πρὸ προσώπου ὑμῶν, οὕτως ἀπολεῖσθε ἀνθ’ ὧν οὐκ ἠκούσατε τῆς κυρίου τοῦ θεοῦ ὑμῶν.