# Deuteronomium 9.1-10

Septuaginta, Deuteronomium, 9.1 to 9.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/deuteronomium/9.1

Ἄκουε, Ἰσραήλ. σὺ διαβαίνεις σήμερον τὸν Ἰορδάνην τοῦτον κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἡ ὑμεῖς, μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ, λαὸν μέγαν καὶ καὶ εὐμήκη, υἱοὺς Ἐνάκ, οὓς σὺ οἶσθας καὶ σὺ ἀκήκοας τίς ἀντὶ τοι κατὰ πρόσωπον υἱῶν Ἐνάκ; καὶ γνώσῃ σήμερον ὅτι κύριος ὁ θεός σου, οὗτος προπορεύεται πρὸ προσώπου σου· πῦρ καταναλίσκον ἐστιν· οὗτος ἐξολεθρεύσει αὐτούς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἀπολεῖς αὐτοὺς καθάπερ εἰπέν σοι κύριος. μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ἐν τῷ ἐξαναλῶσαι κύριον τὸν θεόν σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου, λέγων Διὰ τὴν δικαιοσύνην μου εἰσήγαγέν με κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην. οὐχὶ διὰ τὴν δικαιοσύνην σου οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων Κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου· καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ. καὶ γνώσῃ σήμερον ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας νᾶς σου Κύριος ὁ θεός σου δίδωσίν σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ. μνήσθητι μὴ ἐπιλάθῃ ὅσα παρώξυνας κύριον τὸν θεόν σου ἐν τῆ ἐρήμῳ· ἀφ’ ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου καὶ ἤλθετε εἰς τὸν τόπον τοῦτον, ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς κύριον. καὶ ἐν Χωρὴβ παρωξύνατε κύριον, καὶ ἐθυμώθη ἐφ’ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς, ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιθίνας, πλάκας διαθήκης ἃς διέθετο κύριος πρὸς ὑμᾶς· καὶ κατεγινόμην ἐν τῷ ὄρει τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύκτας· ἄρτον οὐκ ἔφαγου καὶ ὕδωρ οὐκ ἔπιον. καὶ ἔδωκεν Κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας, γεγραμμένας ἐν τῷ δακτύλῳ τοῦ θεοῦ, καὶ ἐπ’ αὐταῖς ἐγέγραπτο πάντες οἱ λόγοι οὓς ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἡμέρᾳ ἐκκλησίας·

---

Septuaginta, Deuteronomium, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg005.local002/.
