# Esdrae I (liber apocryphus) 5.38-48

Septuaginta, Esdrae I (liber apocryphus), 5.38 to 5.48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/esdrae-i-liber-apocryphus/5.38

καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱεραωσύνης, καὶ οὐχ εὑρέθησαν· υρὶ Ὁββειά, υἱοὶ Ἀκβώς, υἱοὶ Ἰαδδοὺς τοῦ λαβόντος Αὐγίαν γυναῖκα τῶν θυγατέρων Φαηζελδαίου, (39)καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ. καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης, ἐχωρίσθησαν τοῦ ἱερατεύειν. καὶ εἶπεν αὐτοῖς Ναιμίας καὶ Ἀτθαρίας μὴ μετέχειν τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν. Οἱ δὲ πάντες ἤσαν Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς, χωρὶς παίδων καὶ παιδισκῶν, μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἕξήκοντα. (42)Παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· ψάλται καὶ ψαλτῳδοί, διακόσιοι τεσσεράκοντα πέντε. κάμηλοι τετρακόσιοι τριάκοντα πέντε, καὶ ἵπποι ἑπτακισχίλιοι τριάκοντα ἕξ, ἡμίονοι διακόσιοι τεσσεράκοντα πέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἴκοσι πέντε. Καὶ ἐκ τῶν ἡγουμένων κατὰ τὰς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν τοῦ θεοῦ τὸ ἐν Ἰερουσαλὴμ εδξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν, καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν. καὶ κατοικίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ ἐκ τοῦ λαοῦ αὐτοῦ ἐν Ἰερουσαλὴμ καὶ τῇ χώρᾳ, οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πᾶς Ἰσραὴλ ἐν ταῖς κώμαις αὐτῶν. Ἐνστάντος δέ τοῦ ἑβδόμου μηνός, καὶ ὄντων τῶν υἱῶν Ἰσραὴλ ἑκάστου ἐν τοῖς ἰδίοις, συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῆ ἀνατολῇ. καὶ καταστὰς Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβαβὲλ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ τούτου ἀδελφοὶ ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ θεοῦ Ἰσραήλ, προσενέγκαι ἐπʼ αὐτοῦ ὁλοκαυτώσεις ἀκολούθως τοῖς ἐν τῇ Μωσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ θεοῦ διηγορευμένοις.

---

Septuaginta, Esdrae I (liber apocryphus), ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg017.local002/.
