Ancient Greek · ~7 min
6.1 to 6.13
Septuaginta, Esdrae I (liber apocryphus) 6.1-13
Not analysed yet
Ἐν δὲ τῷ δευτέρῳ ἔτει τῆς Δαρείου βασιλείας ἐπροφήτευσεν Ἁγγαῖος καὶ Ζαχαρίας ὁ τοῦ Ἐδδεὶν οἱ προφῆται ἐπὶ τοὺς Ἰουδαίους τοὺς ἐν τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλήμ, ἐπὶ τῷ ὀνόματι Κυρίου θεοῦ Ἰσραὴλ ἐπʼ αὐτούς. τότε στὰς Ζροβαβὲλ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ἤρξαντο οἰκοδομεῖν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ἰερουσαλήμ, (3)συνόντων τῶν προφητῶν τοῦ κυρίου βοηθούντων αὐτοῖς. ἐν αὐτῷ τῷ χρόνῳ παρῆν πρὸς αὐτοὺς Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι· (4)καὶ εἶπεν αὐτοῖς Τίνος ὑμῖν συντάξαντος τὸν οἶκον τοῦτον οἰκοδομεῖτε καὶ τὴν στέγην ταύτην καὶ τἄλλα πάντα ἐπιτελεῖτε; καὶ τίνες εἰσὶν οἱ οἰκοδόμοι οἱ ταῦτα τελοῦντες; καὶ ἔσχοσαν χάριν ἐπισκοπῆς γενόμενοι ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ τοῦ κυρίου οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, καὶ οὐκ ἐκωλύθησαν τῆς οἰκοδομῆς μέχρις οὗ ἀποσημανθῆναι Δαρείῳ περὶ αὐτῶν καὶ προσφωνηθῆναι. Ἀντίγραφον ἐπιστολῆς ἧς ἔγραψεν Δαρείῳ καὶ ἀπέστειλαν Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουρζάνης καὶ οἱ συνέταιροι οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόνες Βασιλεῖ Δαρείῳ χαίρειν. πάντα γνωστὰ ἔστω τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ ὅτι παραγενόμενοι εἰς τὴν χώραν τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ τὴν πόλιν κατελάβομεν τῆς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τῶν Ἰουδαίων ἐν Ἰερουσαλὴμ τῇ πόλει οἰκοδομοῦντας οἶκον τῷ κυρίῳ μέγαν καινόν, (9)διὰ λίθων ξυστῶν πολυτελῶν, ξύλων τιθεμένων ἐν τοῖς οἴκοις, καὶ τὰ ἔργα ἐκεῖνα ἐπὶ σπουδῆς γινόμενα, καὶ εὐοδούμενον τὸ ἔργον ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἐν πάση δόξῃ καὶ ἐπιμελείᾳ συντελούμενα. τότε ἐπυνθανόμεθα τῶν πρεσβυτέρων τούτων λέγοντες Τίνος ὑμῖν προστάξαντος οἰκοδομεῖτε τὸν οἶκον τοῦτον καὶ τὰ ἔργα ταῦτα ἐθεμελιοῦτε; ἐπερωτήσαμεν οὖν αὐτοὺς ἕνεκεν τοῦ γνωρίσαι σοι καὶ γράψαι σοι τοὺς ἀνθρώπους τοὺς ἀφηγουμένους, καὶ τὴν ὀνοματογραφίαν ᾐτοῦμεν αὐτοὺς τῶν προκαθηγουμένων. οἱ δὲ ἀπεκρίθησαν ἡμῖν λέγοντες Ἐσμὲν παῖδες τοῦ κυρίου τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. καὶ οἰκοδομεῖτο ὁ οἶκος ἔμπροσθεν ἐτῶν πλειόνων διὰ βασιλέως τοῦ Ἰσραὴλ μεγάλου καὶ ἰσχυροῦ, καὶ ἐπετελέσθη.