# Esdrae I (liber apocryphus) 9.17-36

Septuaginta, Esdrae I (liber apocryphus), 9.17 to 9.36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/esdrae-i-liber-apocryphus/9.17

καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυναχθέντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός. καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ἰωσεδὲκ καὶ τῶν ἀδελφῶν αὐτοῦ Μαεήλας καὶ Ἐλεάζαρος καὶ Ἰώριβος καὶ Ἰώδανος· καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν, καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπέρ τῆς ἀγνοίας αὐτῶν· καὶ ἐκ τῶν υἱῶν Ἐμήρ, Ἁνανίας καὶ Ζαβδαῖος καὶ Μάνης καὶ Θαμαῖος καὶ Ἰερεὴλ καὶ Ἀζαρίας· καὶ ἐκ τῶν υἱῶν Φαισούρ, Ἐλιωναίς, Ἀσσείας, Ἰσμάηλος καὶ Ναθαναῆλος καὶ Ὠκαίληδος καὶ Σάλθας· καὶ ἐκ τῶν Λευειτῶν, Ἰώζαβδος καὶ Σενσεὶς καὶ Κῶνος, οὗτος Καλειταίς, καὶ Παθαῖος· καὶ Ὠούδας καὶ Ἰωανᾶς, ἐκ τῶν ἱεροψαλτῶν Ἐλιάσεβος, Βάκχουρος, ἐκ τῶν θυρωρῶν Σάλλουμος καὶ Τολβάνης· ἐκ τοῦ Ἰσραὴλ ἐκ τῶν υἱῶν Φορός, Ἰερμὰ καὶ Ἰεζείας καὶ Μελχείας καὶ Μίληλος καὶ Ἐλεάζαρος καὶ Ἁσεβείας καὶ Βανναίας· ἐκ τῶν υἱῶν Ἠλά, καὶ Ματὰν καὶ Ζαχαρίας. Ἰεζόρικλος καὶ Ὠαβδεῖος καὶ Ἰερεμὼθ καὶ Ἀηδείας· καὶ ἐκ τῶν υἱῶν Ζαμόθ, Ἐλιαδᾶς, Ἐλειάσειμος, Ὀθονίας, Ἰαρειμὼθ καὶ Σάβαθος καὶ Ζεραλίας· καὶ ἐκ τῶν υἱῶν Βηβαί, Ἰωάννης καὶ Ἀνανίας καὶ Ζάβδος καὶ Ἐμαθθίς· καὶ ἐκ τῶν υἱῶν Μανί, Ὤλαμος, Μάμουχος Ἰεδαῖος, Ἰάσουβος καὶ Ἀσάηλος καὶ Ἰερεμώθ· καὶ ἐκ τῶν υἱῶν Ἀδδείν, Λάθος καὶ Μοοσσείας, Λακκοῦνος καὶ Ναῖδος, καὶ Βεσκασπασμὺς καὶ Σεσθὴλ καὶ Βαλνοῦς καὶ Μανασσήας· καὶ ἐκ τῶν υἱῶν Ἁννάν, Ἐλιωδᾶς καὶ Ἀσαίας καὶ Μελχείας καὶ Σαββαίας καὶ Σίμων Χοσάμαος· καὶ ἐκ τῶν υἱῶν Ἁσόμ, Μαλτανναῖος καὶ Ματταθίας καὶ Σαβανναιοῦς καὶ Ἐλειφαλὰτ καὶ Μανασσὴ καὶ Σεμεεί· καὶ ἐκ τῶν υἱῶν Βαανεί, Ἰερεμίας, Μομδεῖος, Μάηρος, Ἰουνά, Μαμδαὶ καὶ Πεδίας καὶ Ἀνως, Καραβασειὼν καὶ Ἐνάσειβος καὶ Μαμτάναιμος, Ἐλιασείς, Βαννούς, Ἐδιαλείς, Σομεείς, Σελεμίας, Ναθανίας· καὶ ἐκ τῶν υἱῶν Ἐζωρά, Σεσεἰς, Ἐζρεἰλ, Ἀζάηλος, Σάματος. Ζαμβρεί, Φόσηπος· ἐκ τῶν Ὀομά, Ζειτίας, Ζαβαδαίας, Ἠδός, Οὐήλ, Βαναίας. πάντες οὗτοι συνῷκησαν γυναιξὶν ἀλλογενέσιν, καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις.

---

Septuaginta, Esdrae I (liber apocryphus), ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg017.local002/.
