Ancient Greek · ~7 min
9.37 to 9.52
Septuaginta, Esdrae I (liber apocryphus) 9.37-52
Not analysed yet
Καὶ κατῴκησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ ἐκ τοῦ Ἰσραὴλ ἐν Ἰερουσαλὴμ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ ἑβδόμου μηνός, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν ταῖς κατοικίαις αὐτῶν. Καὶ συνήχθη πᾶν τὸ πλῆθος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον τοῦ πρὸς ἀνατολὰς ἱεροῦ πυλῶνος, καὶ εἶπεν Ἐσρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ κομίσαι τὸν νόμον Μωσέως τὸν παραδοθέντα ὑπὸ τοῦ θεοῦ Ἰσραήλ. καὶ ἐκόμισεν Ἔσρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσιν τοῖς ἱερεῦσι, ἀκοῦσαι τὸν νόμον, νουμηνίᾳ τοῦ ἑβδόμου μηνός· καὶ ἀνεγίνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρου ἀπὸ ὄρθρου ἕως μεσημβρινοῦ ἐνώπιον τῶν ἀνδρῶν καὶ γυναικῶν· καὶ ἐπέδωκαν πάντα τὸν νοῦν εἰς τὸν νόμον. καὶ ἔστη Ἔσρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνοῦ νοῦ βήματος τοῦ κατασ κευασθέντος· καὶ ἔστησεν αὐτῷ Ματταθίας, Σαμμού, Ἀνανίας, Ἀζαρίας, Οὐρείας, Ἐζεκίας, Βαάλσαμος ἐκ δεξιῶν. καὶ ἐξ εὐωνύμων Φαλαδαῖος, Μεισαήλ, Μελχείας, Λωθάσουβος, Ναβαρείας, Ζαχαρίας. καὶ ἀναλαβὼν Ἔσρας τὸ βιβλίον τοῦ πλήθους ἐνώπιον, προεκάθητο γὰρ ἐπιδόξως ἐνώπιον πάντων, καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν· καὶ εὐλόγησεν Ἀζαρίας τῷ ὑψίστῳ θεῷ Παντοκράτορι, καὶ ἐφώνησεν πᾶν τὸ πλῆθος Ἀμήν, ἀμήν· καὶ ἄραντες ἄνω τὰς χεῖρας προσπεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν τῷ θεῷ. Ἰησοῦς καὶ Ἀννιοὺθ καὶ Σαραβίας, Ἰάδεινος, Ἰαρσούβοος, Ἀβταῖος, Aὑταίας, Μαιάννας καὶ Καλείτας, Ἀζαρίας, Κατέθζαβδος, Ἅννιας, Φαλίας, οἱ Λευεῖται, (49)ἐδίδασκον τὸν νόμον Κυρίου, καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῖ κυρίου, ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν. Καὶ εἶπεν Ἀτταρατὴ Ἔσρᾳ τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευείταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας Ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ κυρίῳ· καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τὸν νόμον· βαδίσαντες οὖν φάγετε λιπάσματα καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν. ἁγία γὰρ ἡ ἡμέρα τῷ κυρίη, καὶ μὴ λυπεῖσθε· ὁ γὰρ κύριος δοξάσει ὑμᾶς.