Ancient Greek · ~8 min
10.13 to 10.28
Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico) 10.13-28
Not analysed yet
ἀλλὰ ὁ λαὸς πολύς, καὶ ὁ τόπος χειμερινός, καὶ οὐκ ἔστιν δύναμις στῆναι ἔξω· καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο, ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ῥήματι τούτῳ. στήτωσαν δὴ ἄρχοντες ἡμῶν· καὶ πᾶσιν τοῖς ἐν πόλεσιν ἡμῶν ὃς ἐκάθισεν γυναῖκας ἀλλοτρίας, ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συναγαγῶν, καὶ μετʼ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταί, τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ῥήματος τούτου. πλὴν Ἰωναθὰν υἱὸς Ἁσὴλ καὶ Λαζειὰ υἱὸς Ἑλκειὰ μετʼ ἐμοῦ περὶ τούτου, καὶ Μεσουλὰμ καὶ Σαβαθαὶ ὁ Λευείτης βοηθῶν αὐτοῖς. καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας· καὶ διεστάλησαν Ἐσρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν, ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα. καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου. Καὶ εὑρέθη ἀπὸ υἱῶν τῶν ἱερέων οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας· ἀπὸ υἱῶν Ἰησοῦ υἱοῦ Ἰωσεδὲκ, καὶ ἀδελφοὶ αὐτοῦ Μεεσσὴλ καὶ Ἐλιέζερ καὶ Ἰαρεὶμ καὶ Γαδαλειά· καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας αὐτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν· καὶ ἀπὸ υἱῶν Ἐμμήρ, Ἀνανεὶ καὶ Ζαβδειά· καὶ ἀπὸ υἱῶν Ἡράμ, Μασαὴλ καὶ Ἐλειὰ καὶ Σαμαιὰ καὶ Ἰεὴλ καὶ Ὀζειά· καὶ ἀπὸ υἱῶν Φασούρ, Ἐλιωνά, Μαασαιὰ καὶ Σαμαὴλ καὶ Ναθαναὴλ καὶ Ἰωζαβὰδ καὶ Ἠλασά· καὶ ἀπὸ τῶν Λευειτῶν Ἰωζαβὰδ καὶ Σαμοὺ καὶ Κωλειά, αὐτὸς Κωλιεύ, καὶ Φαδαιὰ καὶ Ἰοδὸμ καὶ Ἐλιέζερ, καὶ ἀπὸ τῶν ᾀδόντων Ἐλεισάφ, καὶ ἀπὸ τῶν πυλωρῶν Γελλὴμ καὶ Τέλημ καὶ Ὠδούθ· καὶ ἀπὸ Ἰσραὴλ ἀπὸ υἱῶν Φορός, Ῥαμιὰ καὶ Ἀζειὰ καὶ Μελχειὰ καὶ Ἀμαμεὶν καὶ Ἐλεαζὰρ καὶ Βαναιά· καὶ ἀπὸ υἱῶν Ἠλάμ, Μαθανιά, Ζαχαριὰ καὶ Ἰαὴλ καὶ Ἀβδειὰ καὶ Ἰαρειμοὶθ καὶ Ἠλειά· καὶ ἀπὸ υἱῶν Ζαθουιά, Ἐλιωνά, Ἐλεισούβ, Ἀλαθανιὰ καὶ Ἀμὼν καὶ Ζαβαδὰβ καὶ Ὀζειά· καὶ ἀπὸ υἱῶν Βαβεἰ, Ἰωανάν, Νιανὰ καὶ Ζαβού, Θαλεί·