Ancient Greek · ~7 min
12.12 to 12.20
Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico) 12.12-20
Not analysed yet
καὶ ἀνέστην νυκτὸς ἐγὼ καὶ ἄνδρες ὀλίγοι μετʼ ἐμοῦ, καὶ οὐκ ἀπήγγειλα ἀνθρώπῳ τί ὁ θεὸς δίδωσιν εἰς καρδίαν μου τοῦ ποιῆσαι μετὰ τοῦ Ἰσραήλ, καὶ κτῆνος οὐκ ἔστιν μετʼ ἐμοῦ εἰ μὴ τὸ κτῆνος ᾧ ἐγὼ ἐπιβαίνω ἐπʼ αὐτῷ. καὶ ἐξῆλθον ἐν πύλῃ τοῦ γωληλὰ καὶ πρὸς στόμα πηγῆς τῶν συκῶν καὶ εἰς πύλην τῆς κοπρίας· καὶ ἤμην συντρίβων ἐν τῷ τείχει Ἰερουσαλὴμ ὃ αὐτοὶ καθαιροῦσιν, καὶ πύλαι αὐτῆς κατεβρώθησαν πυρί. καὶ παρῆλθον ἐπὶ πύλην τοῦ Αἰνὰ καὶ εἰς κολυμβήθραν τοῦ βασιλέως, καὶ οὐκ ἦν τόπος τῷ κτήνει παρελθεῖν ὑποκάτω μου. καὶ ἤμην ἀναβαίνων ἐν τῷ τείχει χειμάρρους νυκτός, καὶ ἤμην συντρίβων ἐν τῷ τείχει· καὶ ἤμην ἐν πύλῃ τῆς φάραγγος, καὶ ἐπέστρεψα. καὶ οἱ φυλάσσοντες οὐκ ἔγνωσαν τί ἐπορεύθην καὶ τί ἐγὼ ποιῶ· καὶ τοῖς Ἰουδαίοις καὶ τοῖς ἱερεῦσιν καὶ τοῖς ἐντίμοις καὶ τοῖς καταλοίποις τοῖς ποιοῦσιν τὰ ἔργα ἔως τότε οὐκ ἀπήγγειλα. καὶ εἶπα πρὸς αὐτοὺς Ὑμεῖς βλέπετε τὴν πονηρίαν ἐν ᾗ ἐσμεν ἐν αὐτῇ, πῶς Ἰερουσαλὴμ ἔρημος καὶ αἱ πύλαι αὐτῆς ἐδόθησαν πυρί· δεῦτε καὶ διοικοδομήσωμεν τὸ τεῖχος Ἰερουσαλήμ, καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος. καὶ ἀπήγγειλα αὐτοῖς τὴν χεῖρα τοῦ θεοῦ ἥ ἐστιν ἀγαθὴ ἐπʼ ἐμέ, καὶ πρὸς λόγους τοῦ βασιλέως σὓς εἶπέν μοι· καὶ εἶπα Ἀναστῶμεν καὶ οἰκοδομήσωμεν. καὶ ἐκραταιώθησαν αἱ χεῖρες αὐτῶν εἰς ἀγαθόν. καὶ ἤκουσεν Σαναβαλλὰτ ὁ Ἁρωνεὶ καὶ Τωβιὰ ὁ δοῦλος Ἀμμωνεὶ καὶ Γῆσαμ ὁ Ἀραβεί, καὶ ἐξεγέλασαν ἡμᾶς, καὶ ἦλθον ἐφʼ ἡμᾶς καὶ εἶπαν Τί τὸ ῥῆμα τοῦτο ὑμεῖς ποιεῖτε ; ἢ ἐπὶ τὸν βασιλέα ὑμεῖς ἀποστατεῖτε ; καὶ ἐπέστρεψα αὐτοῖς λόγον καὶ εἶπα αὐτοῖς Ὁ θεὸς τοῦ οὐρανοῦ, αὐτὸς εὐοδώσει ἡμᾶς, καὶ ἡμεῖς δοῦλοι αὐτοῦ καθαροί, καὶ οἰκοδομήσωμεν· καὶ ὑμῖν οὐκ ἔστιν μερὶς καὶ δικαιοσύνη καὶ μνημόσυνον ἐν Ἰερουσαλήμ.