# Esdrae II (Ezra, Nehemia in textu Masoretico) 13.1-15

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), 13.1 to 13.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/esdrae-ii-ezra-nehemia-in-textu-masoretico/13.1

Καὶ ἀνέστη Ἐλεισοὺβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν· αὐτοὶ ἡγίασαν αὐτήν, καὶ ἔστησαν θύρας αὐτῆς, καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν, ἕως πύργου Ἁνανεήλ. καὶ ἐπὶ χεῖρας ἀνδρῶν υἱῶν Ἰερειχώ, καὶ ἐπὶ χεῖρας υἱῶν Ζαβαοὺρ υἱοῦ Ἀμαρεί. καὶ τὴν πύλην τὴν ἰχθυηρὰν οἰκοδόμησαν υἱοὶ Ἁσάν· αὐτοὶ ἐστέγασαν αὐτήν, καὶ ἐστέγασαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς. καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἐπὶ Ῥαμὼθ υἱοῦ Οὐρεία υἱοῦ Ἁκώς. καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Σαδὼκ υἱὸς Βαανά. καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ Θεκωείν, καὶ ἀδωρηὲμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν. καὶ τὴν πύλην Ἰσανὰ ἐκράτησαν Ἰοειαὰ υἱὸς Φασὲκ καὶ Μεσουλὰμ υἱὸς Βαδιά· αὐτοὶ ἐστέγασαν αὐτήν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς. καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησαν Ἁνανίας υἱὸς τοῦ Ἰωακείμ, καὶ κατέλιπον Ἰερουσαλὴμ ἕως τείχους τοῦ πλατέως. καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ῥαφαιά, ἄρχων ἡμίσους περιχώρου Ἰερουσαλήμ. καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ἰεδαὰ υἱὸς Ἑρωμάθ, καὶ κατέναντι οἰκίας αὐτοῦ. καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἁτοὺθ υἱὸς Ἁσβανάμ. καὶ δεύτερος ἐκράτησεν Μελχείας υἱὸς Ἡρὰμ καὶ Ἁσοὺβ υἱὸς Φααβμωάβ, καὶ ἕως πύργου τῶν ναθουρείμ. καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Σαλοὺμ υἱὸς Ἡλειά, ἄρχων ἡμίσους περιχώρου Ἰερουσαλήμ, αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ. τὴν πύλην τῆς φάραγγος ἐκράτησαν Ἁνοὺν καὶ οἱ κατοικοῦντες Ζανώ· αὐτοὶ ᾠκοδόμησαν αὐτήν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς, καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως πύλης τῆς κοπρίας. καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησεν Μελχειὰ υἱὸς Ῥηχάβ, ἄρχων περιχώρου Βηθαχάμ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ· καὶ ἐσκέπασαν αὐτήν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς. καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως. καὶ ἔως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως Δαυείδ.

---

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg018.local002/.
