Ancient Greek · ~8 min
13.16 to 13.31
Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico) 13.16-31
Not analysed yet
ὀπίσω αὐτοῦ ἐκράτησεν Νεεμίας υἱὸς Ἀζαβούχ, ἄρχων περιχώρου Βησόρ, ἕως κήπου τάφου Δαυεὶδ καὶ ἕως τῆς κολυμβήθρας τῆς γεγονυίας καὶ ἕως Βηθαβαρείμ. ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ Λευεῖται, Βασοὺθ υἱὸς Βανεί. ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἁσαβά, ἄρχων ἡμίσους περιχώρου Κεειλά, τῷ περιχώρῳ αὐτοῦ. μετʼ αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτῶν Βεδεὶ υἱὸς Ἡναδαλάτ, ἄρχων ἡμίσους περιχώρου Κεειλά. καὶ ἐκράτησεν ἐπὶ χεῖρα αὐτοῦ Ἄζουρ υἱὸς Ἰησοῦ, ἄρχων τοῦ Μασφέ, μέτρον δεύτερον πύργου ἀναβάσεως τῆς συναπτούσης τῆς γωνίας. μετʼ αὐτὸν ἐκράτησεν Βαροὺχ υἱὸς Ζαβοὺ μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας Βηθελισοὺβ τοῦ ἱερέως τοῦ μεγάλου. μετʼ αὐτὸν ἐκράτησεν Μεραμὼθ υἱὸς Οὐρεία υἱρῦ Ἁκὼβ μέτρον δεύτερον ἀπὸ θύρας Βηθελισοὺβ ἕως ἐκλείψεως Βηθελεισούβ. καὶ μετʼ αὐτὸν ἐκράτησαν οἱ ἱερεῖς ἄνδρες ἁχεχάρ. καὶ μετʼ αὐτὸν ἐκράτησεν Βενιαμεὶν καὶ Ἁσοὺβ κατέναντι οἴκου αὐτῶν. μετʼ αὐτὸν ἐκράτησεν Ἀζαριὰ υἱὸς Μαδασὴλ υἱὸς Ἁνανία ἐχόμενα οἴκου αὐτοῦ. μετʼ αὐτὸν ἐκράτησεν Βανεὶ υἱὸς Ἡναδὰδ μέτρον δεύτερον ἀπὸ Βηθαζαριὰ ἕως τῆς γωνίας καὶ ἕως τῆς καμπῆς. Φαλὰλ υἱοῦ Εὐεὶ ἐξ ἐναντίας τῆς γωνίας, καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς. καὶ μετʼ αὐτὸν Φαδαιὰ υἱὸς Φορός. καὶ οἱ Καθεινεὶμ ἧσαν οἰκοῦντες ἐν τῷ Ὦφαλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς· καὶ ὁ πύργος ἐξέχων. μετʼ αὐτὸν ἐκράτησαν οἱ Θεκωεὶν μέτρον δεύτερον ἐξ ἐναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος καὶ ἕως τοῦ τείχους Ὄφοαλ. ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς, ἀνὴρ ἐξ ἐναντίας οἴκου αὐτοῦ. μετʼ αὐτὸν Σαδδοὺκ υἱὸς Ἐμμὴρ ἐξ ἐναντίας οἴκου αὐτοῦ. καὶ μετʼ αὐτὸν ἐκράτησεν Σαμαιὰ υἱὸς Ἐχενιά, ὁ φύλαξ οἴκου τῆς ἀνατολῆς. μετʼ αὐτὸν ἐκράτησεν Ἁνανίὰ υἱὸς Τελεμιὰ καὶ Ἁνοὺμ υἱὸς Σελὲ ἕκτος μέτρον δεύτερον. μετʼ αὐτὸν ἐκράτησεν Μεσουλὰμ υἱὸς Βαρχειὰ ἐξ ἐναντίας γαζοφυλακίου αὐτοῦ. μετʼ αὐτὸν ἐκράτησεν Μελχειὰ υἱὸς τοῦ Σαραφεὶ ἕως Βηθαναθείμ, καὶ οἱ ῥοβοπῶλαι ἀπέναντι πύλης τοῦ Μαφεκὰδ καὶ ἕως ἀνὰ μέσον τῆς καμπῆς.