Ancient Greek
16.1 to 16.13
Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico) 16.1-13
Not analysed yet
Καὶ ἐγένετο καθὼς ἠκούσθη τῷ Σαναβαλλὰτ καὶ Τωβίᾳ καὶ τῷ Γῆσαμ τῷ Ἀραβὶ καὶ τοῖς καταλοίποις ἐχθροῖς ἡμῶν ὅτι ᾠκοδομήθη τὸ τεῖχος, καὶ οὐ κατελείφθη ἐν αὐτοῖς πνοή. ἕως τοῦ καιροῦ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ταῖς πύλαις. καὶ ἀπέστειλεν Σαναβαλλὰτ καὶ Γῆσαμ πρὸς μὲ λέγων Δεῦρο καὶ συναχθῶμεν ἐπὶ τὸ αὐτὸ ἐν ταῖς κώμαις ἐν πεδίῳ Ἐνώ· καὶ αὐτοὶ λογιζόμενοι ποιῆσαί μοι πονηρίαν. καὶ ἀπέστειλα ἐπʼ αὐτοὺς ἀγγέλους λέγαν Ἔργον μέγα ἐγὼ ποιῶ, καὶ οὐ δυνήσομαι καταβῆναι, μὴ ποτε καταπαύσῃ τὸ ἔργον· ὡς ἂν τελειώσω αὐτό, καταβήσομαι πρὸς ὑμᾶς. καὶ ἀπέστειλαν πρὸς μέ ὡς τὸ δῆμα τοῦτο, καὶ ἀπέστειλα αὐτοῖς κατὰ ταῦτα. καὶ ἀπέστειλεν πρὸς μέ Σαναβαλλὰτ τὸν παῖδα αὐτοῦ, καὶ ἐπιστολὴν ἀνεωγμένην ἐν χειρὶ αὐτοῦ. καὶ ἦν γεγραμμένον ἐν αὐτῇ Ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ἰουδαῖοι λογίζεσθε ἀποστατῆσαι· διὰ τοῦτο οἰκοδομεῖς τὸ τεῖχος, καὶ σὺ ἔσῃ αὐτοῖς εἰς βασιλέα. καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτῷ, ἵνα καθίσῃς ἐν Ἰερουσαλὴμ εἰς βασιλέα ἐπὶ Ἰούδᾳ· καὶ νῦν ἀπαγγελήσονται τῷ βασιλεῖ οἱ λόγοι οὗτοι. καὶ νῦν δεῦρο βουλευσώμεθα ἐπὶ τὸ αὐτό. καὶ ἀπέστειλα πρὸς αὐτὸν λέγων Οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὗτοι οὓς σὺ λέγεις· ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδῃ αὐτούς. ὅτι πάντες φοβερίζουσιν ἡμᾶς λέγοντες Ἐκλυθήσονται χεῖρες αὐτῶν ἀπὸ τοῦ ἔργου τούτου, καὶ οὐ ποιηθήσεται· καὶ νῦν ἐκραταίωσα τὰς χεῖράς μου. Καὶ ἐγὼ εἰσῆλθον εἰς οἶκον Σεμεεὶ υἱοῦ Δαλεά, υἱὸν Μειταήλ, αὐτὸς συνεχόμενος· καὶ εἶπεν Συναχθῶμεν εἰς οἶκον τοῦ θεοῦ ἐν μέσῳ αὐτοῦ καὶ κλείσωμεν τὰς θύρας αὐτοῦ, ὅτι ἔρχονται νυκτὸς φονεῦσαί σε. καὶ εἶπα Τίς ἐστιν ὁ ἀνὴρ ὃς εἰσελεύσεται εἰς τὸν οἶκον καὶ ζήσεται ; καὶ ἐπέγνων, καὶ ἰδοὺ ὁ θεὸς οὐκ ἀπέστειλεν αὐτόν, ὅτι ἡ προφητεία λόγος κατʼ ἐμοῦ· καὶ Τωβιὰ καὶ Σαναβαλλὰτ ἐμισθώσαντο ἐπʼ ἐμέ ὄχλον, ὅπως φοβηθῶ καὶ ποιήσω οὕτως καὶ ἁμάρτω καὶ γένωμαι αὐτοῖς εἰς ὄνομα πονηρόν, ὅπως ὀνειδίσωσίν με.