# Esdrae II (Ezra, Nehemia in textu Masoretico) 16.14-19

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), 16.14 to 16.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/esdrae-ii-ezra-nehemia-in-textu-masoretico/16.14

μνήσθητι ὁ θεὸς Τωβία καὶ Ἀναβαλλάτ, ὡς τὰ ποιήματα αὐτοῦ ταῦτα· καὶ τῷ Νοαδίᾳ τῷ προφήτῃ καὶ καταλοίποις τῶν ἱερέων οἱ ἦσαν φοβερίζοντές με. καὶ ἐτελέσθη τὸ τεῖχος πέμπτῃ καὶ εἰκάδι τοῦ Ἐδοὺδ εἰς πεντήκοντα καὶ δύο ἡμέρας. καὶ ἐγένετο ἡνίκα ἤκουσαν οἱ ἐχθροὶ ἡμῶν, καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, καὶ ἐπέπεσεν φόβος σφόδρα ἐν ὀφθαλμοῖς αὐτῶν, καὶ ἔγνωσαν ὅτι παρὰ τοῦ θεοῦ ἡμῶν ἐγενήθη τελειωθῆναι τὸ ἔργον τοῦτο. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἀπὸ πολλῶν ἐντίμων Ἰούδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς Τωβίαν, καὶ αἱ Τωβία ἤρχοντο πρὸς αὐτούς· ὅτι πολλοὶ ἐν Ἰούδᾳ ἔνορκοι ἦσαν αὐτῷ, ὅτι γαμβρὸς ἦν τοῦ Σεχενιὰ υἱοῦ Ἠρᾶε, καὶ Ἰωνὰν υἱὸς αὐτοῦ ἔλαβεν τὴν θυγατέρα Μεσουλὰμ υἱοῦ Βαραχειὰ εἰς γυναῖκα. καὶ τοὺς λόγους αὐτοῦ ἦσαν λέγοντες πρὸς μέ, καὶ λόγους μου ἦσαν ἐκφέροντες αὐτῷ· καὶ ἐπιστολὰς ἐπέστειλεν Τωβίας φοβερίσαι με.

---

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg018.local002/.
