# Esdrae II (Ezra, Nehemia in textu Masoretico) 17.1-31

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), 17.1 to 17.31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/esdrae-ii-ezra-nehemia-in-textu-masoretico/17.1

Καὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος, καὶ ἔστησα τὰς θύρας, καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ἄδοντες καὶ οἱ Λευεῖται. καὶ ἐνετειλάμην τῷ Ἀνανίᾳ ἀδελφῷ μου καὶ τῷ Ἁνανίᾳ ἄρχοντι τῆς βειρὰ ἐν Ἰερουσαλήμ, ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς· καὶ εἶπα αὐτοῖς Οὐκ ἀνοιγήσονται πύλαι Ἰερουσαλὴμ ἕως ἄμα τῷ ἡλίῳ, καὶ ἔτι αὐτῶν ἐγρηγορούντων κλείσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν· καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ἰερουσαλήμ, ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ, καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ. καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη, καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ, καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι. Καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου, καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας· καὶ εὗρον βιβλίον τῆς συνοδίας οἱ ἀνέβησαν ἐν πρώτοις, καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ Καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος, καὶ ἐπέστρεψεν εἰς Ἰερουσαλὴμ καὶ εἰς Ἰουδὰ ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ μετὰ Ζοροβαβὲλ καὶ Ἰησοῦ καὶ Nεεμία· Ἀζαρία, Νααμιά, Ναεμάνει, Μαλδόχεος, Βαλσάν, Μασφέραν, Ἐσρά, Βατοεί, Ναούμ, Βαανά, Μασφάρ. ἄνδρες υἱοῦ Ἰσραὴλ· υἱοὶ Φὁρος, δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο· υἱοὶ Σαφατιά, τριακόσιοι ἑβδομήκοντα δύο· υἱοὶ Ἠρά, ἑξακόσιοι πεντήκοντα δύο· υἱοὶ Φααθμωὰβ τοῖς υἱοῖς Ἰησοῦ Ἰωβάβ, δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ· υἱοὶ Αἰλάμ, χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες· υἱοὶ Ζαθουιά, ὀκτακόσιοι τεσσεράκοντα· υἱοὶ Ζαθού, ὀκτακόσιοι ἑξήκοντα· υἱοὶ Βανουί, ἑξακόσιοι τεσσεράκοντα ὀκτώ· υἱοὶ Βηβί, ἑξακόσιοι εἴκοσι ὀκτώ· υἱοὶ Ἀσγάδ, δισχίλιοι τριακόσιοι εἴκοσι ὀκτώ· υἱοὶ Ἀδεικάμ, ἑξακόσιοι ἑξήκοντα ἑπτά· υἱοὶ Βατοεί, δισχίλιοι ἑξήκοντα ἑπτά· υἱοὶ Ἠδείν, ἑξακόσιοι πεντήκοντα πέντε· υἱοὶ Ἀτὴρ τῷ Ἐζεκίᾳ, ἐνενήκοντα ὀκτώ· υἱοὶ Ἡσάμ. τριακόσιοι εἵκοσι ὀκτὠ· υἱοὶ Βεσεί, τριακόσιοι εἴκοσι τέσσαρες· υἱοὶ Ἁρείφ, ἑκατὸν δώδεκα· υἱοὶ Γαβαών, ἐνενήκοντα πέντε· ἄνδρες Βηθασμώθ, τεσσεράκοντα δύο· ἄνδρες Καριθιαρείμ, Καφειρὰ καὶ Βηρώς, ἑπτακόσιοι εἴκοσι εἷς· ἄνδρες Ἁραμὰ καὶ Τάμαλ, ἑξακόσιοι εἴκοσι εἷς· ἄνδρες Μαχεμάς, ἑκατὸν εἴκοσι δύο·

---

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg018.local002/.
