# Esdrae II (Ezra, Nehemia in textu Masoretico) 17.32-66

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), 17.32 to 17.66. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/esdrae-ii-ezra-nehemia-in-textu-masoretico/17.32

ἄνδρες Βηθὴλ καὶ Ἁλειά, ἑκατὸν εἴκοσι τρεῖς· ἄνδρες Ναβιὰ ἀάρ, πεντήκοντα δύο· ἄνδρες Ἠλὰμ ἀάρ, χίλιοι διακόσιοι πεντήκοντα· υἱοὶ Ἡράμ, τριακόσιοι εἴ κοσι· υἱοὶ Ἰερειχώ, τριακόσιοι τεσσεράκοντα πέντε· υἱοὶ Λόδ, Ἁδιὰ καὶ Ὠνώ, ἑπτακόσιοι εἴκοσι εἶς· υἱοὶ Σανανάτ, ἐννακόσιοι τριάκοντα. οἱ ἱερεῖς, υἱοὶ Ἰωδᾶε εἰς οἶκον Ἰησοῦ, ἐννακόσιοι ἑβδομήκοντα τρεῖς· υἱρὶ χίλιοι πεντήκοντα δύο· υἱοὶ Φασεδούρ, ας΄ τεσσεράκοντα ἑπτά· υἱοὶ Ἡράμ, χίλιοι δέκα ἑπτά. οἱ Λευεί, υἱοὶ Ἰησοῦ τῷ Καβδιὴλ τοῖς υἱοῖς τοῦ φουδουιά, ἑβδομήκοντα τέσσαρες· οἱ ᾄδοντες, υἱοὶ Ἀσάφ, ἑκατὸν τεσσεράκοντα ὀκτώ· οἱ πυλωροί, υἱοὶ Σαλούμ, υἱρὶ Ἀτὴρ υἱοῦ Ἀτήρ, υἱοὶ Τελαμών, υἱοὶ Ἀκού, υἱοὶ Ἁτειτά, υἱοὶ Σαβεί, ἑκατὸν τριάκοντα ὀκτώ. οἱ Ναθεινείμ· υἱοὶ Σηά, υἱοὶ Ἁσφά, υἱοὶ Γαβαώθ, υἱοὶ Κειρά, υἱοὶ Ἀσουιά, υἱοὶ Φαδών, υἱοὶ Λαβανά, υἱοὶ Ἁγαβά, υἱοὶ Σαλαμεί, υἱοὶ Ἁνάν, υἱοὶ Γαδήλ, υἱοὶ Ῥαεά, υἱοὶ Ῥασών, υἱοὶ Νεκωδά, υἱοὶ Γηζάμ, υἱοὶ Ὀζεί, υἱοὶ Φεσή, υἱοὶ Βησεί, υἱοὶ Μεσεινώμ, υἱοὶ Νεφωσασεί, υἱοὶ Βακβού, υἱοὶ Ἁχειφά, υἱοὶ Ἁρούμ, υἱοὶ Βασαώθ, υἱοὶ Μεειδά, υἱοὶ Ἁδασάν, υἱοὶ Βαρκοῦε, υἱοὶ Σεσειράθ, υἱοὶ Ἧιαθ, υἱοὶ Ἀσειά, υἱοὶ Ἁτειφά. υἱοὶ δούλων Σαλωμών· υἱοὶ Σουτεί, υἱοὶ Σαφάραθ, υἱοὶ Φερειδά, υἱοὶ Ἰελήλ, υἱοὶ Δορκών, υἱοὶ Γαδήλ, υἱοὶ Σαφατιά, υἱοὶ Ἑγήλ, υἱοὶ Φακάραθ, υἱοὶ Σαβαείμ, υἱοὶ Ἠμείμ· πάντες οἱ Ναθεινεὶμ καὶ υἱοὶ δούλων Σαλωμὼν τριακόσιοι ἐνενήκοντα δύο, καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμέλεθ· Ἁρησά, Χαρούβ, Ἠρών, Ἰεμήρ· καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ Ἰσραήλ εἰσιν· υἱοὶ Δαλεά, υἱοὶ Τωβιά, υἱοὶ Νεκωδά, ἑξακόσιοι τεσσεράκοντα δύο· καὶ ἀπὸ τῶν ἱερέων υἱοὶ Ἑβειά, υἱοὶ Ἀκώς, υἱοὶ Βερζελλεί, ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλεὶ τοῦ Γαλααδείτου γυναῖκας καὶ ἐκλήθη ἐπʼ ὀνόματι αὐτῶν· οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας καὶ οὐχ εὑρέθη, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας. καὶ εἶπεν Ἁσερσαθὰ ἴνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ὁ ἱερεὺς φωτίσων. καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡσεὶ τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ὀκτώ,

---

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg018.local002/.
