Ancient Greek
17.67 to 17.73
Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico) 17.67-73
Not analysed yet
παρὲξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι τριακόσιοι τριάκοντα ἑπτά· καὶ ἄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσεράκοντα πέντε· ὄνοι δισχίλιοι ἑπτακόσιοι. καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμίᾳ εἰς θησαυρὸν χρυσοῦς α, φιάλας πεντήκοντα καὶ μεχωνὼθ τῶν ἱερέων τριάκοντα. καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔθηκαν εἰς θησαυρὸν τοῦ ἔτους, τοῦ χρυσίου δύο μυριάδας, καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας, καὶ μεχωνὼθ τῶν ἱερέων ἑξήκοντα ἑπτά. καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ἄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ Ναθεινεὶμ καὶ πᾶς Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν.