# Esdrae II (Ezra, Nehemia in textu Masoretico) 18.4-14

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), 18.4 to 18.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/esdrae-ii-ezra-nehemia-in-textu-masoretico/18.4

καὶ ἔστη Ἔσρας ὁ γραμματεὺς ἐπὶ βήματος ξυλίνου, καὶ ἔστησεν ἐχόμενα αὐτοῦ Ματταθίας καὶ Σαμαίας καὶ Ἀνανίᾳ καὶ Οὐρειὰ καὶ Ἑλκειὰ καὶ Μαασσαιὰ ἐκ δεξιῶν αὐτοῦ, καὶ ἐξ ἀριστερῶν Φαδαίας καὶ Μεισαὴλ καὶ Μελχείας καὶ Ζαχαρίας. καὶ ἤνοιξεν Ἔσρας τὸ βιβλίον ἐνώπιον παντὸς τοῦ λαοῦ, ὅτι αὐτὸς ἦν ἐπάνω τοῦ λαοῦ· καὶ ἐγένετο ἡνίκα ἤνοιξεν αὐτό, ἔστη πᾶς ὁ λαός. καὶ ηὐλόγησεν τὸν κύριον τὸν θεὸν τὸν μέγαν, καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς καὶ εἶπαν Ἀμήν, καὶ ἔκυψαν καὶ προσεκύνησαν τῷ κυρίῳ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. καὶ Ἰησοῦς καὶ Βαναιὰ καὶ Σαραβιὰ ἦσαν συνετίζοντες τὸν λαὸν εἰς τὸν νόμον· καὶ ὁ λαὸς ἐν τῇ στάσει αὐτοῦ. καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου τοῦ θεοῦ, καὶ ἐδίδασκεν Ἔσρας καὶ διέστελλεν ἐν ἐπιστήμῃ Κυρίου, καὶ συνῆκεν ὁ λαὸς ἐν τῇ ἀναγνώσει. καὶ εἶπεν Νεεμίας, καὶ Ἔσρας ὁ ἱερεὺς καὶ γραμματεὺς καὶ οἱ Λευεῖται συνετίζον τὸν λαόν, καὶ εἶπαν παντὶ τῷ λαῷ Ἡμέρα ἁγία ἐστὶν Κυρίῳ τῷ θεῷ ἡμῶν. μὴ πενθεῖτε μηδὲ κλαίετε· ὅτι ἔκλαιεν πᾶς ὁ λαός, ὡς ἤκουσαν τοὺς λόγους τοῦ νόμου. καὶ εἶπεν αὐτοῖς Πορεύεσθε, φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε μερίδα τοῖς μὴ ἔχουσιν, ὅτι ἁγία ἐστὶν ἡ ἡμέρα τῷ κυρίῳ ἡμῶν· καὶ μὴ διαπέσητε, ὅτι ἐστὶν ἰσχὺς ἡμῶν. καὶ οἱ Λευεῖται κατεσιώπαων τὸν λαὸν λέγοντες Σιωπᾶτε, ὅτι ἡ ἡμέρα ἁγία, καὶ μὴ καταπίπτετε. καὶ ἀπῆλθεν πᾶς ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀποστέλλειν μερίδας καὶ ποιῆσαι εὐφροσύνην μεγάλην, ὅτι συνῆκαν ἐν τοῖς λόγοις οἷς ἐγνώρισεν αὐτοῖς. Καὶ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ συνήχθησαν οἱ ἄρχοντες τῶν πατριῶν σὺν τῷ παντὶ λαῷ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται πρὸς Ἔσραν τὸν γραμματέα. ἐπιστῆσαι πρὸς πάντας τοὺς λόγους τοῦ νόμου. καὶ εὕροσαν γεγραμμένον ἐν τῷ νόμῳ ᾧ ἐνετείλατο Κύριος τῷ Μωσῇ, ὅπας κατοικήσωσιν οἱ υἱοὶ Ἰσραὴλ ἐν σκηναῖς ἐν ἑορτῇ ἐν μηνὶ τῷ ἑβδόμῳ,

---

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg018.local002/.
