# Esdrae II (Ezra, Nehemia in textu Masoretico) 2.1-44

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), 2.1 to 2.44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/esdrae-ii-ezra-nehemia-in-textu-masoretico/2.1

Καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἐκ τῆς αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀποίκισεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα, καὶ ἐπέστρεψεν εἰς Ἰερουσαλὴμ καὶ Ἰουδὰ ἀνὴρ εἰς πόλιν αὐτοῦ· οἳ ἦλθον μετὰ Ζοροβαβέλ, Ἰησοῦς, Νεέμιος, Ἀραίας. Ῥεελειά, Μαραθχαῖος, Βασφάμ, Μαλσάρ, Βατουσί, Βαλλειά. ἀνδρῶν ἀριθμὸς Ἰσραήλ· υἱοὶ Φαρές, δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο. καὶ υἱοὶ Ἀσάφ, τετρακόσιοι ἑβδομήκοντα δύο· υἱοὶ Ἠρά, ἑπτακόσιοι ἑβδομήκοντα πέντε· υἱοὶ Φαλαβμωάβ, τοῖς υἱοῖς Ἰησοῦε Ἰωβάβ, δισχίλιοι ὀκτακόσιοι δέκα δύο· υἱοὶ Μαλάμ, χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες· υἱοὶ Ζαθουά, ἐννακόσιοι τεσσεράκοντα πέντε· υἱοὶ Ζακχού, ἑπτακόσιοι ἐξήκοντα· υἱοὶ Βανού, ἑξακόσιοι τεσσεράκοντα δύο· υἱοὶ Βαβεί, ἑξακόσιοι εἴκοσι τρεῖς· υἱοὶ Ἀσγάδ, τρισχίλιοι διακόσιοι εἴκοσι δύο· υἱοὶ Ἀδωνικάν, ἑξακόσιοι ἐξήκοντα ἕξ· 14υἱοὶ Βαογεί, δισχίλιοι πεντήκοντα ἕξ· υἱοὶ Ἀδίν, τετρακόσιοι πεντήκοντα τέσσαρες· υἱοὶ Ἀτὴρ τῷ Ἑζεκίᾳ, ἐνενήκοντα δύο· υἱοὶ Βασού, τριακόσιοι εἴκοσι τρεῖς· υἱοὶ Οὐρά, ἑκατὸν δέκα δύο. υἱοὶ Ἁσέμ, διακόσιοι εἴκοσι τρεῖς· υἱοὶ Ταβέρ, ἐνενήκοντα πέντε· υἱοὶ Βαρθαλέεμ, ἑκατὸν εἴκοσι τρεῖς· υἱοὶ Νετωφά, πεντήκοντα ἕξ· υἱοὶ Ἀναθὼθ, ἑκατὸν εἴκοσι ὀκτώ· υἱοὶ Ἀσμώθ, τεσσεράκοντα δύο· υἱοὶ Καριωθιαρόμ, Καφειρὰ καὶ Βηρώθ, ἑπτακόσιοι τεσσεράκοντα τρεῖς· υἱοὶ Ἀρὰμ καὶ Γάβαα, ἑξακόσιοι εἴκοσι εἷς· ἄνδρες Μαχμάς, ἑκατὸν εἵκοσι δύο· ἄνδρες Γαιθὴλ καὶ Ἀιά, διακόσιοι εἴκοσι τρεῖς· υἱοὶ Ναβού, πεντήκοντα δύο· υἱοὶ Μαγεβώς, ἑκατὸν πεντήκοντα ἕξ· υἱοὶ Ἠλαμάρ, δισχίλιοι διακόσιοι πεντήκοντα τέσσαρες· υἱοὶ Ἡράμ, τριακόσιοι εἴκοσι· υἱοὶ Λόδ, Ἁρὼθ καὶ Ὠνών, ἑξακόσιοι εἴκοσι πέντε· υἱοὶ Ἰερειά, τριακόσιοι τεσσεράκοντα πέντε· υἱοὶ Σαανά, τρισχίλιοι ἑξακόσιοι τριαάκοντα. καὶ οἱ ἱερεῖς υἱοὶ Ἰεουδὰ τῷ οἴκῳ Ἰησοῖ, ἐννακόσιοι ἑβδομήκοντα τρεῖς· υἱοὶ Ἐμμήρ, α πεντήκοντα δύο· υἱοὶ Φασσούρ, α διακόσιοι τεσσεράκοντα ἑπτά· καὶ οἱ Λευεῖται· υἱοὶ Ἰησοῦε καὶ Καδμιὴλ τοῖς υἱοῖς Σοδουιά, ἑβδομήκοντα τέσσαρες· οἱ ἄδοντες υἱοὶ Ἀσάφ, ἑκατὸν τεσσεράκοντα ὀκτώ· υἱοὶ τῶν πυλῶν υἱοὶ Σαλούμ, υἱοὶ Ἀτήρ, υἱοὶ Τελμών, υἱοὶ Ἀκούμ. υἱοὶ Ἁτητά, υἱοὶ Ἀβαού, οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα. οἱ Ναθεινίμ· υἱοὶ Σουθιά, υἱοὶ Ἁσουφέ, υἱοὶ Ταβώθ, υἱοὶ Καδής, υἱοὶ Σωήλ, υἱοὶ Φαδών,

---

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg018.local002/.
