Ancient Greek
22.1 to 22.34
Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico) 22.1-34
Not analysed yet
Καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευεῖται οἱ ἀναβαίνοντες μετὰ Ζοροβαβὲλ υίοῦ Σαλαθιὴλ καὶ Ἰησοῦ· Σαραιά, Ἰερμιά, Ἐσδρά, Μαριά, Μαλούλ, Σεχενιά· οὗτοι ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοῖ. καὶ οἱ Λευεῖται· Ἰησού, Βανουί, Καδμιήλ, Σαραβιά, Ἰουδά, Μαχανιά· ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὰς ἐφημερίας. καὶ Ἰησοῦς ἐγέννησεν τὸν Ἰωακείμ, καὶ Ἰωακεὶμ ἐγέννησεν τὸν Ἐλιασείβ, καὶ Ἐλειασεὶβ τὸν Ἰωδά, καὶ Ἰωδά ἐγέννησεν τὸν Ἰωναθάν, καὶ Ἰωναθὰν ἐγέννησεν τὸν Ἰαδού. καὶ ἐν ἡμέραις Ἰωακεὶμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν· τῷ Σαραια Μαρεά, τῷ Ἰερεμιά, τῷ Ἔσρᾳ Μεσουλάμ, τῷ Ἀμαρειὰ Ἰωανάν, τῷ Μαλούχ. οἱ Λευεῖται ἐν ἡμέραις Ἐλιασείβ, Ἰωαδὰ καὶ Ἰωὰ καὶ Ἰωανὰν καὶ Ἰαδού, γεγραμμένοι ἄρχοντες πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου· υἱοὶ Λευεὶ ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ἰωανὰν υἱοῦ Ἐλεισοῦε. καὶ ἄρχοντες τῶν Λευειτῶν· Ἀβιὰ καὶ Σαραβιὰ καὶ Ἰησού, καὶ υἱοὶ Καδμιὴλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῖν, αἰνεῖν, ἐντολῇ Δαυεὶδ ἀνθρώπου τοῦ θεοῦ, ἐφημερία πρὸς ἐφημερίαν, ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς ἐν ἡμέραις Ἰωακεὶμ υἱοῦ Ἰησοῦ Εἰωσεδέκ, ἐν ἡμέραις Νεεμία· καὶ Ἐσρας ὁ ἱερεὺς ὁ γραμματεύς. Καὶ ἐν ἐγκαινίοις τείχους Ἰερουσαλὴμ ἐζήτησαν τοὺς Λευείτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ἰερουσαλήμ, ποιῆσαι ἐνκαίνια καὶ εὐφροσύνην ἐν θωλαθὰ καὶ ἐν ᾠδαῖς, κυμβαλίζοντες καὶ ψαλτήρια. καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ἰερουσαλὴμ καὶ ἀπὸ ἐπαύλεων καὶ ἀπὸ ἀγρῶν· ὅτι ἐπαύλεις οἰκοδόμησαν ἑαυτοῖς οἱ ἰδόντες ἐν Ἰερουσαλήμ. καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος. καὶ ἀνήνεγκαν τοὺς ἄρχοντας Ἰούδα ἐπάνω τοῦ τείχους. καὶ ἐπορεύθη ὀπίσω αὐτῶν Ὡσαιὰ καὶ ἤμισυ ἀρχόντων Ἰούδα, καὶ Ζαχαρίας, Ἔσρας καὶ Μεσουλάμ, Ἰουδὰ καὶ Βενιαμεὶν καὶ Σαραία καὶ Ἰερεμιά·