# Esdrae II (Ezra, Nehemia in textu Masoretico) 22.35-47

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), 22.35 to 22.47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/esdrae-ii-ezra-nehemia-in-textu-masoretico/22.35

καὶ ἀπὸ υἱῶν τῶν ἱερέων ἐν σάλπιγξιν Ζαχαρίας υἱὸς Ἰωανάν υἱὸς Σαμαιὰ υἱὸς Ναθανιὰ υἱὸς Μειχαιὰ υἱὸς Ζακχοὺρ υἱὸς Ἀσάφ, καὶ ἀδελφοὶ αὐτοῦ Σαμαιὰ καὶ Ὀζειήλ, αἰνεῖν ἐν ᾠδαῖς Δαυεὶδ ἀνθρώπου τοῦ θεοῦ· καὶ Ἔσρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτοῦ. ἐπὶ πύλης τοῦ αἰνεῖν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεων Δαυείδ, ἐν ἀναβάσει τοῦ τείχους, ἐπάνωθεν τοῦ οἴκου Δαυεὶδ καὶ ἕως πύλης τοῦ ὕδατος Ἐφράιμ, καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργῳ Ἁνανεὴλ καὶ ἕως πύλης τῆς προβατικῆς. καὶ ἠκούσθησαν οἱ ἄδοντες, καὶ ἐπεσκέπησαν. καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν, ὅτι ὁ θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως· καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν, καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ἰερουσαλὴμ ἀπὸ μακρόθεν. Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων, τοῖς θησαυροῖς, ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσιν τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευείταις, ὅτι εὐφροσύνη ἐν Ἰούδᾳ ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευείτας τοὺς ἑστῶτας. καὶ ἐφύλαξαν φυλακὰς θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ἄδοντας καὶ τοὺς πυλωρούς, ὡς ἐντολαὶ Δαυεὶδ καὶ Σαλωμὼν υἱοῦ αὐτοῦ. ὅτι ἐν ἡμέραις Δαυεὶδ Ἀσὰφ ἀπʼ ἀρχῆς πρῶτος τῶν ᾀδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ θεῷ. καὶ πᾶς Ἰσραὴλ ἐν ἡμέραις Ζοροβαβὲλ διδόντες μερίδας τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, καὶ ἁγιάζοντες τοῖς Λευείταις, καὶ οἱ Λευεῖται ἁγιάζοντες τοῖς υἱοῖς Ἀαρών.

---

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg018.local002/.
