Ancient Greek
23.1 to 23.13
Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico) 23.1-13
Not analysed yet
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶν τοῦ λαοῦ· καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ ὅπως μὴ εἰσέλθωσιν Ἀμμανεῖται καὶ Μωαβεῖται ἐν ἐκκλησίᾳ θεοῦ ἕως αἰῶνος, ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς Ἰσραὴλ ἐν ἄρτῳ καὶ ἐν ὕδατι, καὶ ἐμισθώσαντο ἐπʼ αὐτὸν τὸν Βαλαὰμ καταράσασθαι, καὶ ἔστρεψεν ὁ θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν. καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον, καὶ ἐχαρίσθησαν πᾶς ἐπίμικτος ἐν Ἰσραήλ. Καὶ πρὸ τούτου Ἐλιασεὶβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου θεοῦ ἡμῶν ἐγγίων Τωβιά. καὶ ἐποίησεν ἑαυτῷ γαζοφυλάκιον μέγα, καὶ ἐκεῖ ἦσαν τὸ πρότερον διδόντες τὴν μαναὰμ καὶ τὸν λίβανον καὶ τὰ σκεύη, καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἐντολὴν τῶν Λευειτῶν καὶ τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, καὶ ἀπαρχαὶ τῶν ἱερέων. καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν Ἰερουσαλήμ, ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ Ἀρσασαθὰ βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα, καὶ μετὰ τέλος ἡμερῶν ᾐτησάμην τὸν βασιλέα, καὶ ἦλθον εἰς Ἰερουσαλήμ· καὶ συνῆκα ἐν πονηρίᾳ, ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ θεοῦ. καὶ πονηρόν μοι ἐφάνη σφόδρα, καὶ ἔρριψα πάντα τὰ σκεύη οἴκον Τωβία ἀπὸ τοῦ γαζοφυλακίου· καὶ εἶπα, καὶ ἐκαθάρισα τὰ γαζοφυλάκια, καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ θεοῦ, τὴν μαννὰ καὶ τὸν λίβανον. Καὶ ἔγνων ὅτι μερίδες τῶν Λευειτῶν οὐκ ἐδόθησαν, καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ οἱ Λευεῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον. καὶ ἐμαχεσάμην καὶ εἶπα Διὰ τί ἐγκατελείφθη ὁ οἶκος τοῦ θεοῦ; καὶ συνήγαγον αὐτούς, καὶ ἔστησαν αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν. καὶ πᾶς Ἰούδας ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυρούς, ἐπὶ χεῖρα Σελεμιὰ τοῦ ἱερέως καὶ Σαδδοὺκ τοῦ γραμματέως καὶ Φαδαιὰ ἀπὸ τῶν Λευειτῶν· καὶ ἐπὶ χεῖρα αὐτῶν Ἁνὰν υἱὸς Ζακχοὺρ υἱὸς Ναθανιά, ὅτι πιστοὶ ἐλογίσθησαν ἐπʼ αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν.