# Esdrae II (Ezra, Nehemia in textu Masoretico) 23.14-24

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), 23.14 to 23.24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/esdrae-ii-ezra-nehemia-in-textu-masoretico/23.14

μνήσθητί μου ὁ θεὸς ἐν αὐτῇ, καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου ὃ ἐποίησα ἐν οἴκῳ Κυρίου τοῦ θεοῦ. Ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν Ἰούδα πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ· καὶ φέροντες δράγματα καὶ ἐπιγεμίζοντες ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα, καὶ φέροντες εἰς Ἰερουσαλὴμ ἐν ἡμέρᾳ τοῦ σαββάτου· καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν. καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν καὶ πᾶσαν πρᾶσιν πωλοῦντες ἐν τῷ σαββάτῳ τοῖς υἱοῖς Ἰούδα καὶ ἐν Ἰερου- σαλήμ. καὶ ἐμαχεσάμην τοῖς υἱοῖς Ἰούδα τοῖς ἐλευθέροις καὶ εἶπα αὐτοῖς Τίς ὁ λόγος ὁ πονηρὸς οὗτος ὃν ὑμεῖς ποιεῖτε, καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου ; οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, καὶ ἤνεγκεν ἐπʼ αὐτοὺς ὁ θεὸς ἡμῶν καὶ ἐφʼ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην ; καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ Ἰσραήλ, βεβηλῶσαι τὸ σάββατον ; καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι Ἰερουσαλὴμ πρὸ τοῦ σαββάτου, καὶ ἔκλεισα τὰς πύλας, καὶ εἶπα ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ὀπίσω τοῦ σαββάτου· καὶ ἔστησα ἐπὶ τὰς πύλας, ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου. καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρᾶσιν ἔξω Ἰερουσαλὴμ ἅπαξ καὶ δίς. καὶ ἐπεμαρτυράμην ἐν αὐτοῖς καὶ εἶπα πρὸς αὐτούς Διὰ τί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους ; ἐὰν δευτερώσητε, ἐκτενῶ χεῖρά μου ἐν ὑμῖν. ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ. καὶ εἶπα τοῖς Λευείταις, οἳ ἦσαν καθαριζόμενοι καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας, ἁγιάζοντες τὴν ἡμέραν τοῦ σαββάτου. πρὸς ταῦτα μνήσθητί μου, ὁ θεός, καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου. Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς Ἰουδαίους οἳ ἐκάθισαν γυναῖκας Ἀζωτίας, Ἀμμανείτιδας, Μωαβείτιδας, καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες Ἀζωτιστί, καὶ οὐκ εἰσὶν ἐπιγινώσκοντες λαλεῖν Ἰουδαιστί.

---

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg018.local002/.
