# Esdrae II (Ezra, Nehemia in textu Masoretico) 4.1-12

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), 4.1 to 4.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/esdrae-ii-ezra-nehemia-in-textu-masoretico/4.1

Καὶ ἤκουσαν οἱ θλίβοντες Ἰουδὰ καὶ Βενιαμὶν ὅτι οἱ υἱοὶ τῆς ἀποικίας οἰκοδομοῦσιν οἶκον τῷ κυρίῳ θεῷ Ἰσραήλ· καὶ ἤγγισαν πρὸς Ζοροβαβὲλ καὶ πρὸς τοὺς ἄρχοντας τῶν πατριῶν, καὶ εἶπαν αὐτοῖς Οἰκοδομήσομεν μεθʼ ὑμῶν, ὅτι ὡς ὑμεῖς ἐκζητοῖῦμεν τῷ θεῷ ἡμῶν, καὶ αὐτῷ ἡμεῖς θυσιάζομεν ἀπὸ ἡμερῶν Ἀσαρεαθὼν βασιλέως Ἀσσοὺρ τοῦ ἐνέγκαντος ἡμᾶς ὧδε. καὶ εἶπεν πρὸς αὐτοὺς Ζοροβαβὲλ καὶ Ἰησοῦς καὶ οἱ κατάλοιποι τῶν ἀρχόντων τῶν πατριῶν τοῦ Ἰσραήλ Οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι οἶκον τῷ θεῷ ἡμῶν. ὅτι ἡμεῖς ἐπὶ τὸ αὐτὸ οἰκοδομήσομεν τῷ κυρίῳ θεῷ ἡμῶν, ὡς ἐνετείλατο ἡμῖν Κῦρος βασιλεὺς Περσῶν. καὶ ἦν ὁ λαὸς τῆς γῆς ἐκλύων χεῖρας λαοῦ Ἰούδα, καὶ ἐνεπόδιζον αὐτοὺς οἰκοδομεῖν, καὶ μισθούμενοι ἐπʼ αὐτοὺς βουλόμενοι διασκεδάσαι βουλὴν αὐτῶν, πάσας τὰς ἡμέρας Κύρου βασιλέως Περσῶν καὶ ἕως βασιλείας Δαρείου βασιλέως Περσῶν. καὶ ἐν βασιλείᾳ Ἀσθηροὺ ἐν ἀρχῇ βασιλείας αὐτοῦ ἔγραψεν ἐπὶ οἰκοῦντας Ἰουδὰ καὶ Ἰερουσαλήμ. καὶ ἐν ἡμέραις Ἀσαρθαθὰ ἔγραψεν ἐν εἰρήνῃ Μιθραδάτῃ Γαβεὴλ καὶ τοῖς λοιποῖς συνδούλοις· πρὸς βασιλέα Περσῶν ἔγραψεν ὁ φορολόγος γραφὴν Συριστὶ καὶ ἑρμηνευμένην. Ῥαοὺλ βαδαταμὲν καὶ Σαμασὰ ὁ γραμματεὺς ἔγραψαν ἐπιστολὴν μίαν κατὰ Ἰερουσαλὴμ τῷ Ἀρσαρθὰ βασιλεῖ τάδε ἔκρινεν Ῥαοὺμ βάαλ καὶ Σαμεὲ ὁ γραμματεὺς καὶ οἱ κατάλοιποι σύνδουλοι ἡμῶν, Δειναῖοι, Φαρεσθαχαῖοι, Γαραφαλλαῖοι, Ἀφρασαῖοι, Ἀρχοῦοι, Βαβυλώνιοι, Σουσυναχαῖοι οἳ εἰσὶν Ἠλαμαῖοι, καὶ οἱ κατάλοιποι ἐθνῶν ὧν ἀπῴκισεν Ἀσενναφὰρ ὁ μέγας καὶ ὁ τίμιος καὶ κατῴκισεν αὐτοὺς ἐν πόλεσιν τῆς Σωμωρὼν καὶ τὸ κατάλοιπον πέραν τοῦ ποταμοῦ. αὕτη ἡ διαταγὴ τῆς ἐπιστολῆς ἧς ἀπέστειλαν πρὸς αὐτόν Πρὸς Ἀρσαρθὰ βασιλέα παῖδές σου ἄνδρες πέραν τοῦ ποταμοῦ. γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι οἱ Ἰουδαῖοι ἀναβάντες ἀπὸ Κύρου ἐφʼ ἡμᾶς ἤλθοσαν εἰς Ἰερουσαλήμ· τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν, καὶ τὰ τείχη αὐτῆς κατηρτισμένοι εἰσίν, καὶ θεμελίους αὐτῆς ἀνύψωσαν.

---

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg018.local002/.
