# Esdrae II (Ezra, Nehemia in textu Masoretico) 4.13-24

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), 4.13 to 4.24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/esdrae-ii-ezra-nehemia-in-textu-masoretico/4.13

νῦν οὗν γνωστὸν ἕστω τῷ βασιλεῖ ὅτι ἐὰν ἡ πόλις ἐκείνη οἰκοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῶσιν, φόροι οὐκ ἔσονταί σοι οὐδὲ δώσουσιν· καὶ τοῦτο βασιλεῖς κακοποιεῖ καὶ ἀσχημοσύνην βασιλέως οὐκ ἔξεστιν ἡμῖν ἰδεῖν· διὰ τοῦτο ἐπέμψαμεν καὶ ἐγνωρίσαμεν τῷ βασιλεῖ ἵνα ἐπισκέψηται ἐν βιβλίῳ ὑπομνηματισμοῦ τῶν πατέρων σου, καὶ εὑρήσεις καὶ γνώσῃ ὅτι ἡ πόλις ἐκείνη πόλις ἀποστάτις, καὶ κακοποιοῦσα βασιλεῖς καὶ χώρας, καὶ φυγαδεῖα δούλων ἐν μέσῳ αὐτῆς ἀπὸ ἡμερῶν αἰῶνος· διὰ ταῦτα ἡ πόλις αὕτη ἠρημώθη. γνωρίζομεν ἡμεῖς τῷ βασιλεῖ ὅτι ἐὰν ἡ πόλις ἐκείνη οἰκοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῇ, οὐκ ἔστιν σοι εἰρήνη. καὶ ἀπέστειλεν ὁ βασιλεὺς πρὸς Ῥαοὺμ βαλγὰμ καὶ Σαμεαὶς γραμματέα καὶ τοὺς καταλοίπους συνδούλους αὐτῶν τοὺς οἰκοῦντας ἐν Σαμαρείᾳ καὶ τοὺς καταλοίπους πέραν τοῦ ποταμοῦ εἰρήνην, καί φασιν Ὁ φορολόγος ὃν ἀπεστείλατε πρὸς ἡμᾶς ἐκλήθη ἔμπροσθεν ἐμοῦ. καὶ παρʼ ἐμοῦ ἐτέθη γνώμη καὶ ἐπεσκεψάμεθα, καὶ εὕραμεν ὅτι ἡ πόλις ἐκείνη ἀφʼ ἡμερῶν αἰῶνος ἐπὶ βασιλεῖς ἐπαίρεται,καὶ ἀποστάσεις καὶ φυγαδεῖα γίνονται ἐν αὐτῇ· καὶ βασιλεῖς ἰσχυροὶ γίνονται ἐπὶ Ἰερουσαλήμ, καὶ ἐπικρατοῦντες ὅλης τῆς ἐσπέρας τοῦ ποταμοῦ, καὶ φόροι πλήρεις καὶ μέρος δίδοται αὐτοῖς. νῦν θέτε γνώμην καταργῆσαι τοὺς ἄνδρας ἐκείνους, καὶ ἡ πόλις ἐκείνη οὐκ οἰκοδομηθήσεται ἔτι ἀπὸ τῆς γνώμης. πεφυλαγμένοι ἦτε ἄνεσιν ποιῆσαι περὶτούτου, μή ποτε πληθυνθῇ ἀφανισμὸς εἰς κακοποίησιν βασιλεῦσιν. τότε ὁ φορολόγος τοῦ Ἀρσαρθὰ βασιλέως ἀνέγνω ἐνώπιον Ῥαοὺμ καὶ Σαμεσὰ γραμματέως συνδούλων αὐτῶν· καὶ ἐπορεύθησαν ἐν σπουδῇ εἰς Ἰερουσαλὴμ καὶ ἐν Ἰούδᾳ, καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει. τότε ἤργησεν τὸ ἔργον οἴκου τοῦ θεοῦ τοῦ ἐν Ἰερουσαλήμ, καὶ ἦν ἀργῶν ἕως ἔτους δευτέρου Δαρείου τοῦ βασιλέως Περσῶν.

---

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg018.local002/.
